- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.27.15-8.27.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊尔迪吉萨尔与格阿尔奇袭斩杀了追击的罗马将领,逃入吉佩德人境内。此后,吉佩德统治者托里辛与伦巴第首领奥杜因达成密谋,分别在各自领地内暗杀了对方逃奔而来的政敌伊尔迪吉萨尔与乌斯特里哥特斯。
τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τά τε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον.
于是,这些指挥官吩咐士兵们除其他事项外,要照料各自的马匹,并在流经此处的河畔休整身心,以纾解行军的劳顿。
αὐτοί τε κατὰ τρεῖς ἢ τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον·1 δίψει γάρ, ὡς τὸ εἰκός, χαλεπῇ εἴχοντο.
他们自己则每人带着三四个亲兵,隐蔽地去河边饮水;因为正如意料之中的那样,他们正忍受着极度的干渴。
οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοί τε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο.
而格阿尔和伊尔迪吉萨尔一行人就在附近,他们派出斥候后得知了这一情况。于是,他们出其不意地袭击了正在饮水的指挥官们,将他们全数诛杀;此后他们便可以按照自己的意愿,更加无所顾忌地安排行程。
ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντό τε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον.
因为士兵们群龙无首,陷入困惑且完全束手无策,遂策马折返。格阿尔与伊尔迪吉萨尔就这样脱险,来到了吉佩德人那里。
Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδός,2 ὅνπερ ὁ Θορισὶν βιασάμενος (μειράκιον γὰρ ἦν ἔτι) τὴν ἀρχὴν ἔσχε.
当时巧合的是,吉佩德人中也有一个名叫乌斯特里哥特斯的人以如下方式逃往伦巴第人处。曾任吉佩德王的埃莱蒙德斯不久前因病辞世,只留下这唯一的儿子乌斯特里哥特斯;托里辛趁其年幼,强行将他废黜而夺取了政权。
διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ’ ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο.
因此,这个少年无法对伤害他的人施以报复,便离开祖居之地,逃往与吉佩德人敌对的伦巴第人那里。
ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαί, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι.
然而不久之后,吉佩德人与查士丁尼皇帝以及伦巴第部族达成了和解,他们彼此立下极为庄严的誓言,保证今后定要永葆彼此间无尽的友谊。
ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην.
当和解的具体条款在他们之间确凿履行之后,查士丁尼皇帝和伦巴第首领奥杜因遣使谒见吉佩德统治者托里辛,要求交出公敌伊尔迪吉萨尔,并要求他以出卖投奔自己的求庇者作为对他们展现友谊的初次明证。
Καὶ ὃς τοῖς Γηπαίδων λογίοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη.
托里辛与吉佩德人的长者贤达商议眼下的局势,迫切地询问自己是否应当执行两位统治者所提出的要求。
οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ3 διολωλέναι αὐτίκα δὴ μάλα ἢ ἀνοσίοις ἐπ’ ἀσεβήματι γενέσθαι τοιούτῳ.
但他们断然拒绝遵从,坚称对吉佩德民族而言,哪怕连同所有妇女和子嗣立刻彻底灭亡,也胜过因犯下如此不敬神明之罪而沦为不义之徒。
ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ῥωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε.
托里辛闻听此言,陷入了两难的困境。因为他既无法违背臣民的意愿去完成此事,又不愿意再次挑起那场耗费了巨大劳苦和漫长时间才平息的、与罗马人及伦巴第人的战争。不过随后他想出了如下计策。
πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν.
他派人谒见奥杜因,索要埃莱蒙德斯之子乌斯特里哥特斯,促使奥杜因犯下同样的罪愆,并提议相互交换背叛各自的求庇者。
τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν ἐλπίδα εἶχεν, ἀλλ’ Αὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι.4
他本希望对方会因对类似悖理之举有所顾虑而收回要求,不料奥杜因却毫不迟疑地顺水推舟,接受了这桩不法交易与协定。
τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν.
当二人对此达成协议后,深知无论伦巴第人还是吉佩德人都不愿与他们分担这种污名,因此他们没有公开采取任何行动,而是各自施展诡计除掉了对方的仇敌。
ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν· οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ’ αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.
然而究竟是用何种手段,我便不加赘述了;因为关于这两人的传闻彼此矛盾,正如那些至为隐秘的事端一样,说法大相径庭。伊尔迪吉萨尔与乌斯特里哥特斯之事便以此收场。
- 8.27.16ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον
副词 ἀποκεκρυμμένως 意为“隐秘地、避人耳目地”。属格 τοῦ ποταμοῦ 作为动词 ἔπινον 的部分属格,表示“从河中饮水”。
- 8.27.19τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδός
由名词短语 τούτου... τοῦ Οὐστριγότθου... παιδός 与分词 ἀπολελειμμένου 构成的属格独立结构。附着语素与格代词 οἱ 作所属或关涉与格(“留给他”),指代已故的埃莱蒙德斯王。
- 8.27.24αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ
带有 αὐτός 与格形式的相伴与格(联合与格),是古典希腊语中表示“连同妇女与所有后代一起”、“妻子儿女无一例外全都在内”的惯用表达。
- 8.27.27ἀλλ’ Αὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι
对格不定式结构(主语为 Αὐδουὶν,不定式为 λήψεσθαι,宾语为 αὐτὸν)。此处并非在句法上平行于前句 ἐλπίδα εἶχεν 的宾语从句内容,而是由 ἀλλά 引出,用以叙述突转的历史事实:“然而(事实上)奥杜因毫不迟疑地在这桩不法行为和协议中接纳了他”。短语 λαμβάνειν τινὰ τῇ ὁμολογίᾳ 意为接受某人的约定或协定。
