- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.27.1-8.27.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伦巴第人伊尔迪吉萨尔因在拜占庭所受待遇欠佳,遂与哥特人格阿尔结谋出逃;他们击退了拦截的库特里古尔匈人并穿过色雷斯,在进入伊利里库姆后遭遇严阵以待的罗马军队。
Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνήρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο ʽαὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν’ ἐξ ἠθῶν ἀποδρὰς τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται.
正当这方面的事宜按此推进之时,恰巧发生了下述事端。一位名叫伊尔迪吉萨尔的伦巴第人——正如我在前文中所提及的,他是统治着这些蛮族的奥杜因的仇敌(因为奥杜因强行夺取并把持着按血统本属于他的王位)——逃离祖居之地,前往拜占庭。
οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν,1 ἄρχοντά τε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, οὕσπερ σχολὰς ὀνομάζουσιν.
他抵达那里后,查士丁尼皇帝以至为厚遇之礼相待,并任命他为负责保卫皇宫的部属之一的统领,这些部队被称为扈从军(学社卫队)。
εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους ἢ τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης δίαιταν εἶχον.
跟随他的伦巴第精悍善战之士不下三百人,他们起初在色雷斯拥有一处共同的居住地。
τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλος τε Ῥωμαίοις καὶ ξύμμαχος ὤν, μισθὸν τῆς φιλίας τὴν προδοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος, ὁ δὲ τρόπῳ οὐδενὶ ἐδίδου.
奥杜因遂以罗马人的友邦兼同盟者的身份,向查士丁尼皇帝索要伊尔迪吉萨尔,索取背叛并交出这位投奔者作为维持友谊的酬报,但皇帝无论如何也不肯交人。
Χρόνῳ δὲ ὕστερον Ἰλδιγισάλ, ἐνδεέστερον ἢ κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ῥωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει.2 ὃ δὴ Γόαρ κατενόησε, Γότθος ἀνήρ, πάλαι τε δορυάλωτος ἐν τῷδε τῷ πολέμῳ ἐκ Δαλματίας ἐνταῦθα ἥκων, ἡνίκα τὸν πόλεμον Οὐίττιγις ὁ Γότθων βασιλεὺς πρὸς Ῥωμαίους διέφερε·
然而过了一段时间,伊尔迪吉萨尔抱怨自己所获得的荣衔和给养均过于微薄,完全不合乎他的身份与罗马人的威望,神态显得极为愤懑。这一情形被一个名叫格阿尔的哥特人看在眼里,此人早在此次战争中、当哥特王维蒂吉斯与罗马人作战之际,便作为战俘从达尔马提亚被押解至此。
θυμοειδὴς δὲ ὢν καὶ δραστήριος ἄγαν πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν.3 ἐπειδὴ δὲ Γότθοι μετὰ τὴν Οὐιττίγιδος ἐπικράτησιν ἐς ἀπόστασιν εἶδον, βασιλεῖ ὅπλα ἀντάραντες, κακουργῶν ἐπὶ τῇ πολιτείᾳ διαφανῶς ἥλω. φυγῇ δὲ ζημιωθεὶς τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται, καὶ χρόνος αὐτῷ πολὺς ἐν τῇ ποινῇ ταύτῃ ἐτρίβη.
他性情桀骜且精明强干,一直都在与眼前的境遇抗争。当哥特人在维蒂吉斯战败后谋划叛乱并对皇帝拔刀相向时,他因公然图谋危害国家而获罪被俘。他被判处流放,被押送至埃及的安提诺波利斯,并在这一惩罚中消磨了漫长岁月。
ἀλλ’ ὕστερον οἰκτισάμενος βασιλεὺς κατήγαγεν ἐς Βυζάντιον. οὗτος ὁ Γόαρ τὸν Ἰλδιγισὰλ ἰδὼν ἀσχάλλοντα, ᾗπέρ μοι εἴρηται, ἐνδελεχέστατα νουθετῶν ἀναπείθει δρασμῷ χρήσασθαι, ξὺν αὐτῷ ὁμολογήσας ἐκ Βυζαντίου ἀπαλλαγήσεσθαι.
然而后来皇帝心生怜悯,将他召回拜占庭。这位格阿尔见伊尔迪吉萨尔如前所述般心怀不满,便不断加以规劝,说服他采取逃亡之策,并约定一同离开拜占庭。
ἐπειδὴ δὲ αὐτοῖς ἡ βουλὴ ἤρεσκε, φεύγουσι μὲν ἐξαπιναίως ξὺν ὀλίγοις τισίν, ἐς δὲ Ἄπρων ἀφικόμενοι τὴν Θρᾳκῶν πόλιν ἀναμίγνυνται Λαγγοβάρδαις τοῖς τῇδε οὖσι. τοῖς τε βασιλικοῖς ἱπποφορβίοις κατατυχόντες μέγα τι χρῆμα ἵππων ἐνθένδε ἐπαγόμενοι πρόσω ἐχώρουν.
二人计议已定,便带着少数随从突然脱逃,抵达色雷斯城市阿普洛伊后,与那里的伦巴第人合流。他们碰巧遇上皇家养马场,便从中带走大批马匹,继续向前挺进。
Ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔς τε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐπέστελλε τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι.
皇帝闻知此事后,立即遣使至色雷斯全境和伊利里库姆,严令所有统兵将领和士卒务必竭尽全力阻截这批逃亡者。
καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς ʽοἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντὀ τοῖς φεύγουσι τούτοις ἐς χεῖρας ἦλθον.
起初,被称为库特里古尔匈人的少数人——正如我不久前所叙述的那样,他们离开了世代居住的原籍,在皇帝准许下定居于色雷斯——与这些逃亡者交了手。
ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ’ αὐτοῦ ἔμενον. οὕτω τε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλ τε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, οὐδενὸς ἐνοχλοῦντος.
但他们在交战中战败,一部分人阵亡,其余溃逃者不再追击,只得滞留原地。就这样,伊尔迪吉萨尔和格阿尔带着随行人员穿过了整个色雷斯,未受任何滋扰。
ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ῥωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ4 ξὺν ἐπιμελείᾳ ξυνειλεγμένον.
当他们行抵伊利里库姆时,发现一支罗马军队已被严密集结,专为对他们不利而设。
τοῦ δὲ στρατοῦ τούτου ἄλλοι τέ τινες καὶ Ἀράτιός τε καὶ Ῥεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν ἱππεύσαντες ὅλην.
统率这支军队的除其他人外,还有阿拉提乌斯、雷奇坦古斯、莱奥尼亚努斯和阿里穆特,他们碰巧整整策马行军了一整天。
ἔς τε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοί τε καὶ διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην.
他们抵达一处多林地带,在掌灯时分停下脚步,打算在此安营扎寨度过那一夜。
- 8.27.2ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν
短语 ἐν τοῖς μάλιστα 为固定习惯表达,用作副词表示“至极”“格外”。动词 ἠξίωσεν(认为配得上、予以……待遇)后接直接宾语 αὐτὸν 以及表示待遇内容的属格 φιλοφροσύνης。
- 8.27.5ἐνδεέστερον ἢ κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ῥωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει
全句主干为 Ἰλδιγισάλ ... δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει(伊尔迪吉萨尔显得极为愤懑),分词 ἐπικαλῶν 引出间接叙述。在 εἶναι 引导的宾语从句中,宾格逻辑主语为 τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια,表语为比较级形容词 ἐνδεέστερον(后接比较从句 ἢ κατὰ τὴν ἀξίαν...),与格代词 οἱ αὐτῷ 表示“对他自身而言”。
- 8.27.6πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν
动词 διαγίγνομαι 与补足分词 ζυγομαχῶν(抗争、不屈服)连用,表示动作或状态的持续(“一直抗争度日”)。介词短语 πρὸς τύχην τὴν παροῦσαν 表示抗争的对象(面对当下的境遇)。
- 8.27.12ἐπὶ τῷ σφῶν πονηρῷ
介词 ἐπί 搭配中性名词化形容词与格 τῷ πονηρῷ 及间接反身代词 σφῶν,属于固定习语,用以表示目的或结果,意为“专为使他们受害/对他们不利”。
