- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.26.14-8.26.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对法兰克人拒不借道以及特伊亚对陆路交通的严密阻绝,纳尔塞斯采纳了维塔利安努斯之侄约翰的建议,率军沿海岸线行进并利用浮桥渡河,顺利向拉文纳进发。
Ἦν οὖν μεγαλοδωρότατος ὁ Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίν τε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ.
纳尔塞斯为人极度慷慨,极乐于周济穷困之人;加之受皇帝重托而大权在握,他在推行各项要务时便能毫无顾忌地独断专行。
καὶ ἀπ’ αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον.
正因如此,在此前的岁月中,许多将领和士卒都曾蒙受他的恩惠。
ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ’ αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκός, μεγάλων ἀγαθῶν παρ’ αὐτοῦ τεύξεσθαι.
因此,当他被任命为征讨托提拉与哥特人的统帅时,人人都极愿在他麾下效命,一部分人渴望报答往昔的恩情,另一部分人则自然期盼能从他那里获得丰厚的回报。
μάλιστα δὲ αὐτῷ Ἔρουλοί τε καὶ οἱ ἄλλοι βάρβαροι εὐνοϊκῶς εἶχον, διαφερόντως πρὸς τοῦ ἀνθρώπου εὖ πεπονθότες.
尤其是赫鲁利人以及其他蛮族都对他心怀好感,因为他们曾格外深厚地受惠于此人。
Ἐπειδὴ δὲ Βενετίων ὡς ἀγχοτάτω ἐγένοντο, παρὰ τῶν Φράγγων τοὺς ἡγεμόνας, οἳ τῶν ἐκείνῃ φυλακτηρίων ἦρχον, ἄγγελον στείλας ᾐτεῖτο τὴν δίοδον σφίσιν ἅτε φίλοις οὖσι παρέχεσθαι.
当他们行抵极接近威尼提亚之地时,纳尔塞斯遣使前往驻守该地要塞的法兰克人将领处,请求对方以盟友之谊为他们借道。
οἱ δὲ τοῦτο Ναρσῇ ἐπιτρέψειν οὐδεμιᾷ μηχανῇ ἔφασαν, ἐς μὲν τὸ ἐμφανὲς τὴν αἰτίαν οὐκ ἐξενεγκόντες, ἀλλ’ ὡς ἔνι μάλιστα κατακρυψάμενοι, τοῦ Φράγγων ἕνεκα ξυμφόρου ἢ τῆς ἐς τοὺς Γότθους εὐνοίας τὴν κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους οὗτος ἐπαγόμενος ᾕκει.
然而对方声称绝无可能允许纳尔塞斯通行;他们在表面上并不公布真正的缘由,而是极力隐瞒他们是出于法兰克人的利益或对哥特人的善意而设阻,反而抛出一个看似并不十分合乎情理的借口,声称纳尔塞斯此行带来了他们最痛恨的宿敌伦巴第人。
ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγελλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, ἀλλ’ ἐς Ῥάβενναν1 ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐδὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι μὴ ἄχρι ἐς πόλιν Βερώνην.
纳尔塞斯起初为此事深感困窘,向身边的意大利人咨询对策,有人向他报告称,即便法兰克人放行借道,他们也绝不可能从那里开拔至拉文纳,这条行军路线充其量只能走到维罗纳城。
Τουτίλαν γὰρ ἀπολεξάμενον εἴ τι δόκιμον ἦν ἐν τῷ Γότθων στρατῷ, στρατηγόν τε αὐτοῖς καταστησάμενον Τεΐαν τὸν Γότθον, ἄνδρα διαφερόντως ἀγαθὸν τὰ πολέμια, στεῖλαι2 ἐς πόλιν Βερώνην Γότθων κατήκοον οὖσαν, ἐφ’ ᾧ τῷ Ῥωμαίων στρατῷ διακωλύοι τὴν πάροδον, ὅσα γε δυνατά. καὶ ἦν δὲ οὕτως.
因为托提拉已从哥特军中挑选了所有精锐,并任命在战阵中格外勇猛的哥特人特伊亚为将,派遣他们进驻臣属于哥特人的维罗纳城,以竭力阻断罗马军队的前进之路。事实确是如此。
Ἐπειδή τε ὁ Τεΐας ἐγένετο ἐν πόλει Βερώνῃ, τὴν ἐκείνῃ δίοδον τοῖς πολεμίοις ἀπέφραξε πᾶσαν, ἀδιέξοδά τε καὶ ὅλως ἄπορα πανταχόσε ἀμφὶ ποταμὸν Πάδον τὰ χωρία εἶναι ἀνάγκῃ χειροποιήτῳ σκευωρησάμενος, καὶ πὴ μὲν λόχμας τε καὶ τάφρους καὶ φάραγγας τεκτηνάμενος, πὴ δὲ τέλμινάς τε ὡς βαθυτάτας καὶ χώρους τεναγώδεις τινὰς αὐτὸς τῷ Γότθων στρατῷ ἐφύλασσεν ἐς τὸ ἀκριβές, ὡς ὁμόσε χωρῆσαι Ῥωμαίοις, ἤν τι ἀποπειρῶνται τῆς ἐνθένδε ὁδοῦ.
当特伊亚抵达维罗纳城后,便彻底切断了敌人通往该处的所有通路,以人工作业将波河周遭地区尽皆改造成死路且完全无法通行;他在一些地方构筑起树障、壕沟与深坑,在另一些地方则由他亲自率领哥特大军严密守卫极深的泥潭和沼泽地带,一旦罗马人试图走这条路线,便准备迎头痛击。
ταῦτα δὲ Τουτίλας ἐμηχανᾶτο, οἰόμενος διὰ μὲν τῆς παραλίας κόλπου τοῦ Ἰονίου Ῥωμαίοις μήποτε δυνατὰ ἔσεσθαι τὴν πορείαν ποιεῖσθαι, ἐπεὶ ναυσίποροι ποταμοὶ παμπληθεῖς ἐνταῦθα ἐκβολὰς ἔχοντες ἀπόρευτα παντάπασι παρέχονται εἶναι τὰ ἐκείνῃ χωρία· ναῦς δὲ αὐτοὺς τοσαύτας τὸ πλῆθος ὡς ἥκιστα ἔχειν, ὥστε δὴ ἀθρόους παντὶ τῷ στρατῷ διαπορθμεύεσθαι τὸν Ἰόνιον κόλπον, ἢν δέ γε κατ’ ὀλίγους ναυτίλλωνται, αὐτὸς ἂν τῷ καταλοίπῳ στρατῷ τῶν Γότθων τοὺς ἑκάστοτε ἀποβαίνοντας πόνῳ οὐδενὶ ἀναστείλειε. τοιαύτῃ μὲν οὖν γνώμῃ ὅ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ ὁ Τεΐας ἐποίει. Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωάννης ὁ Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ τῶν νηῶν τινὰς καὶ ἀκάτους πολλάς.
托提拉作出这番谋划,是认定罗马人绝不可能沿着伊奥尼亚湾沿岸进军,因为当地有大量可通舟楫的河流入海,致使那里的土地完全无法通行;而且他料定罗马人绝无足够数量的船只将全军一次性运过伊奥尼亚湾,而倘若他们分批乘船渡海,他便能率领其余的哥特军队毫不费力地逐次击退登岸之敌。 托提拉便是怀着这番盘算下达指令,而特伊亚亦照此施行。正当纳尔塞斯一筹莫展之际,深谙当地地形的维塔利安努斯之侄约翰向他进言,建议全军沿着海岸线进发——正如先前所述,沿途居民皆已归顺他们——同时派出部分战船与大量轻舟随军沿岸并进。
ἐπειδὰν γὰρ ὁ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. ὁ μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτῳ παντὶ τῷ στρατῷ ἐπὶ Ῥαβέννης κομίζεται.
因为一旦军队行抵河口,只要用这些轻舟在湍急的河面上架设浮桥,便能轻而易举且毫不费力地完成渡河。约翰提出了这番建议,纳尔塞斯采纳了该策,并以此种方式率全军向拉文纳进发。
- 8.26.20ἀλλ’ ἐς Ῥάβενναν
此处 ἀλλά 为归结从句连词(apodotic ἀλλά),接在让步从句 εἰ καὶ Φράγγοι παρήσουσι...(即使法兰克人放行……)之后,用于引出主句并强调随后的否定判断(οὐδαμῆ ἕξουσιν),意为“然而依然”、“终究还是”。
- 8.26.21Τουτίλαν γὰρ ... στεῖλαι
承接前文间接引语(ἐσήγγελλόν τινες ὡς...)的句式结构。表示原因的 γάρ 从句并未采用直陈式限定动词,而是延续了对格带不定式结构,以不定式 στεῖλαι 搭配其对格主语 Τουτίλαν。
