← 普罗科皮乌斯

战史

§8.26.1-8.26.13

克罗顿解围与纳尔塞斯进军意大利

从温泉关派出的罗马援军解除了克罗顿之围,促使多名哥特守将提出归顺;与此同时,纳尔塞斯在皇帝充足的财力支持下组建了一支包含各族蛮兵的庞大联军,启程进军意大利。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.26.1

Βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔς τε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ.

皇帝获悉克罗顿的战况后,派使者前往希腊,命令驻守温泉关的卫戍部队火速扬帆开赴意大利,竭尽全力解救在克罗顿被围之人。

§8.26.2

οἱ δὲ κατὰ ταῦτα ἐποίουν· ἄραντές τε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵ τε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν.

他们依令而行:火速启航,并得益于顺风之助,出其不意地靠泊在克罗顿人的港口。蛮族人骤然看见这支舰队,顿时陷入极度惊骇之中,在一片骚乱中解除了包围。

§8.26.3

καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν. ἃ δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα.

他们中的一部分人乘船逃往塔兰托人的港口,其余的人则步行撤向斯库拉基翁山。这些变故进一步彻底挫败了哥特人的斗志。

§8.26.4

καὶ ἀπ’ αὐτοῦ Ῥάγναρίς τε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ῥωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ’ ᾧ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι1 ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται.

正因如此,统领塔兰托守军的极显赫的哥特贵族拉格纳里斯,以及负责阿凯隆齐亚卫戍部队的莫拉斯,在征得部属同意后,与驻扎在德鲁斯的罗马人指挥官、佩拉尼乌斯之子帕库里乌斯进行交涉,提出条件:只要获得查士丁尼皇帝关于人身安全的保证誓约,他们便率部属向罗马人归顺,并将受命驻守的要塞一并移交。依据这一协议,帕库里乌斯随即启程前往拜占庭。

§8.26.5

Ναρσῆς δὲ ἐκ Σαλώνων ἄρας ἐπὶ Τουτίλαν τε καὶ Γότθους ᾔει παντὶ τῷ Ῥωμαίων στρατῷ, μεγάλῳ ὑπερφυῶς ὄντι· χρήματα γὰρ κεκομισμένος ἐπιεικῶς μεγάλα πρὸς βασιλέως ἐτύγχανεν.

与此同时,纳尔塞斯率领全部罗马大军从萨洛纳出发,向托提拉和哥特人进军;这支军队规模极其庞大,因为他从皇帝那里获得了相当丰厚的资金。

§8.26.6

ἀφ’ ὧν δὴ ἔμελλε στρατιάν τε ἀξιολογωτάτην ἀγεῖραι καὶ ταῖς ἄλλαις ἐπαρκέσειν τοῦ πολέμου ἀνάγκαις, τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλῦσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ’ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις2 ἐκ τοῦ δημοσίου, ᾗπερ εἴθισται, τὰς σφίσι τεταγμένας συντάξεις· ἔτι μέντοι καὶ αὐτῶν βιάσασθαι τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰς γνώμας, ὥστε δὴ αὐτοὺς τοῖς χρήμασι τούτοις χειροήθεις γεγενημένους τὴν ἐπὶ τῇ πολιτείᾳ μεταγνῶναι προαίρεσιν.

凭借这些资金,他不仅打算组建一支精锐部队并满足战争的其他各项需要,还要结清意大利驻军过去的所有欠饷——因津贴未按惯例由国库发放,皇帝长期以来对这些军士处于拖欠债务的状态;而且,他还打算动摇那些叛投托提拉之人的心意,以便用这笔资金收买他们,使他们改变立场重新效忠帝国政府。

§8.26.7

Λίαν γὰρ τὰ πρότερα πόλεμον τόνδε ἀπημελημένως διαφέρων Ἰουστινιανὸς βασιλεὺς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρασκευὴν ἐν ὑστάτῳ.

因为查士丁尼皇帝先前对这场战争一直极度懈怠,直到最后阶段才进行了极大规模的筹备。

§8.26.8

ἐπειδὴ γὰρ αὐτόν οἱ ὁ Ναρσῆς ἐγκείμενον εἶδεν, ἐφ’ ᾧ ἐς Ἰταλίαν στρατεύοι, φιλοτιμίαν ἐνδέδεικται στρατηγῷ πρέπουσαν, οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ.3

当纳尔塞斯看出皇帝力促其出征意大利时,展现了身为主帅应有的气魄,宣称自己绝不接受皇帝的调遣,除非能率领足以迎战的大军。

§8.26.9

χρήματά τε οὖν καὶ σώματα καὶ ὅπλα τῷ τρόπῳ τούτῳ ἐπαξίως πρὸς τοῦ βασιλέως κεκόμισται τῆς Ῥωμαίων ἀρχῆς, καὶ προθυμίαν αὐτὸς ἀοκνοτάτην ἐπιδειξάμενος ἀξιόχρεων στρατιὰν ἐξήγειρεν.

于是,皇帝以无愧于罗马帝国格局的方式向他提供了金钱、兵员与军备,而纳尔塞斯自身也展现了极度不懈的热忱,组建了一支实力雄厚的军队。

§8.26.10

ἔκ τε γὰρ Βυζαντίου ἐπηγάγετο Ῥωμαίων στρατιωτῶν μέγα τι χρῆμα κἀκ τῶν ἐπὶ Θρᾴκης χωρίων ἔκ τε Ἰλλυριῶν πολλοὺς ἤθροισε.

他不仅从拜占庭带出了大批罗马士兵,还从色雷斯各地区以及伊利里亚人中征集了许多兵马。

§8.26.11

καὶ Ἰωάννης δὲ ξύν τε τῷ οἰκείῳ στρατεύματι καὶ τῷ πρὸς Γερμανοῦ τοῦ κηδεστοῦ ἀπολελειμμένῳ ξὺν αὐτῷ ᾔει.

约翰亦率领本部人马以及其岳父日耳曼努斯遗留下来的部队与他同行。

§8.26.12

καὶ Αὐδουίν, ὁ Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίους τε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον ἢ τρισχιλίων.

伦巴第人的首领奥杜因在查士丁尼皇帝丰厚金钱的利诱与同盟条约的约束下,从部属中挑选了二千五百名骁勇善战之士派来助战;伴随他们的还有三千余名随行作战人员。

§8.26.13

εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον ἢ τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγείς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλούς, ὁ Ζάμου μὲν υἱός, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνός, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη· καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια· καὶ Ἀρούθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους· Ἰωάννης τε, ὁ Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων.

跟随纳尔塞斯的还有三千余名赫鲁利族人,皆为骑兵,由菲勒穆斯等人统帅;另有大批匈人;为出征之故被释放出狱的达吉斯泰乌斯及其部属;率领许多波斯投诚者的卡瓦德斯——他是扎梅斯之子、波斯王卡瓦德斯之孙,正如我先前所述,他凭借卡纳兰格斯的斡旋逃脱了叔父库思老的毒手,很早以前便来到了罗马境内;此外还有格皮德族的年轻人阿斯巴杜斯,此人格外精干,率领四百名善战的同族武士;赫鲁利族的阿鲁斯,自幼热爱罗马生活,娶了穆恩杜斯之子毛里求斯之女为正妻,其人极度骁勇,麾下拥有众多在战火洗礼中屡经考验的赫鲁利族武士;以及我先前曾提及的绰号“贪食者”的约翰,他也率领了一群能征善战的罗马士兵。

语法注3 条
  1. 8.26.4ἐφ’ ᾧ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι

    连词 ἐφ' ᾧ 后接将来时直陈语气动词(ἐγχειρίσουσι),引出协议的限定条件(“在……的条件下”)。分词 λαβόντες 表示先于主动词的动作,即“在获得安全保证之后”。

  2. 8.26.6ἐφ’ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις

    关系代词 ἐφ' οἷσπερ 指代前文的 τὰ πρόσθεν ὀφλήματα(旧债/欠饷),补充形容词 ὑπερήμερος(逾期未偿还的、违约的)的含义。χρόνου πολλοῦ 为表示时间的属格。分词短语 οὐ κομιζομένοις 与与格 αὐτοῖς(军士们)一致,表原因或伴随情况(“由于他们未能领取到……”)。

  3. 8.26.8οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ

    相关句式 οὐκ ἄλλως ... ἢν μή 表示“除……之外决不”。分词 ὁμολογήσας 支配将来时不定词 ὑπηρετήσειν,而条件从句 ἢν μὴ ... μέλλῃ 则限定其条件。间接引语中保留了带有 ἄν 的虚拟语气,反映了将来的预定条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.26.1-8.26.13