- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.25.15-8.25.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥杜因王向查士丁尼通报战果,同时指责罗马援军未能按约赶到。与此同时,希腊全境遭遇大地震与海啸的重创;在意大利,克罗顿在孤立无援的围困中迎来了战争第十七年的结束。
Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεύς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατόν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ’ ᾧ Ναρσῇ ξυστρατεύσωσιν1 ἐπὶ Τουτίλαν τε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.
伦巴第人的国王奥杜因派其部属前往拜占庭,向查士丁尼皇帝通报了战胜敌人的捷报;然而他也指责皇帝的军队没有按照同盟约定赶来协助他,尽管此前不久已有如此众多的伦巴第人被派去与纳尔塞斯一同讨伐托提拉和哥特人。此地的情形便是如此发展的。
Ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήν τε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν.
就在这时,希腊发生了一场特大地震,撼动了维奥蒂亚、阿哈伊亚以及克里萨湾周边的地区。
καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειά τε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς.
地震将无数村落和八座城市夷为平地,其中包括喀罗尼亚、科罗尼亚、帕特雷以及整个瑙帕克图斯,在那里确实造成了极多的人员伤亡。
καὶ χάος δὲ (τῆς γῆς πολλαχῆ ἀποσχισθείσης) γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμά τε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν· ὥστε οὐδὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι.
由于大地在多处裂开,也形成了许多裂隙。裂开的地面有些重新合拢在一起,恢复了大地原先的形状和样貌;但也有一些裂隙始终保持分开的状态,以至于这一带的人民若不绕很远的路,甚至无法彼此往来。
ἐν δέ γε τῷ πορθμῷ ὅνπερ μεταξὺ Θεσσαλίας τε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφί τε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν.
此外,在色萨利与维奥蒂亚之间的海峡中,海水突然暴涨涌入,席卷了被称为埃基奈奥伊人之〔城〕的城市以及维奥蒂亚的斯卡菲亚一带。
πόρρω τε τῆς ἠπείρου ἀναβᾶσα καὶ κατακλύσασα τὰ ἐκείνῃ χωρία ἐς ἔδαφος καθεῖλεν εὐθύς. χρόνος τε τῇ θαλάσσῃ πολὺς ἐπιχωριαζούσῃ τῇ ἠπείρῳ ἐτρίβη, ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους2 αἵπερ ἔντοσθεν τοῦ πορθμοῦ τούτου τυγχάνουσιν οὖσαι, τοῦ τῆς θαλάσσης δηλονότι ῥοθίου ἐκλιπόντος μὲν τὴν αὑτοῦ χώραν, ἐπιπολάζοντος δὲ παρὰ δόξαν τὴν γῆν ἄχρι ἐς τὰ ὄρη ἃ ταύτῃ ἀνέχει.
海水深入陆地,淹没了那一带的村落,立即将其夷为平地。海水长久滞留在陆地上,以至于在很长时间里人们都可以徒步走到海峡内部的岛屿上——显然是狂暴的海浪退出了原本的领地,反常地淹没了陆地,直抵那一带耸立的山脉脚下。
ἡνίκα δὲ τῇ θαλάσσῃ ἐς τὰ οἰκεῖα ἐπανιέναι ξυνέπεσεν, ἰχθύες ἐν τῇ γῇ ἀπελείποντο, ὧνπερ ἡ ὄψις ἀήθης παντάπασιν οὖσα τοῖς τῇδε ἀνθρώποις τερατώδης τις ἔδοξεν εἶναι.
当海水退回原本的疆域时,鱼类被遗留在陆地上,其外观对当地居民而言全然陌生,被认为是一种异象。
οὓς δὴ ἐδωδίμους εἶναι οἰόμενοι ἀνείλοντο μὲν ὡς ἑψήσοντες, θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης3 ἐς ἰχῶράς τε καὶ σηπεδόνας οὐ φορητὰς τὸ σῶμα ὅλον ἀποκεκρίσθαι ξυνέπεσεν.
人们以为这些鱼可以食用,便将其拾起准备烹煮,但火焰的热气刚一触及它们,其整个躯体便化为了汁液与难以忍受的腐败物。
ἀμφὶ δὲ τὰ ἐκείνῃ χωρία, οὗ δὴ τὸ Σχίσμα ὠνόμασται, καὶ σεισμὸς ὑπερμεγέθης γενόμενος πλείω φόνον ἀνθρώπων ἢ ἐν πάσῃ τῇ ἄλλῃ Ἑλλάδι εἰργάσατο, μάλιστα ἐπεί τινα ἑορτὴν πανηγυρίζοντες ἔτυχον ἐκ πάσης τε τῆς Ἑλλάδος ἐνταῦθα τότε τούτου δὴ ἕνεκα ξυνειλεγμένοι πολλοί.
而在那一带的村落附近,即名为“裂缝”的地方,也发生了一场极为强烈的地震,所造成的伤亡比希腊其余所有地方加起来还要多,尤其是因为当时人们恰好在庆祝某种节日,正因如此,希腊各地有许多人当时聚集在那里。
Ἐν δὲ Ἰταλίᾳ τάδε ξυνέπεσε. Κροτωνιᾶται καὶ στρατιῶται οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες, ὧν Παλλάδιος ἦρχε, πικρότατα πρὸς Γότθων πολιορκούμενοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, πολλάκις μὲν λαθόντες τοὺς πολεμίους ἔπεμψαν ἐν Σικελίᾳ, μαρτυρόμενοι τοὺς ἐνταῦθα τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας καὶ διαφερόντως τὸν Ἀρταβάνην, ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν, οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν.4 οὐδεὶς δὲ ἐνθένδε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε ὃν Προκόπιος ξυνέγραψε.
在意大利则发生了以下事件。克罗顿的居民以及由帕拉迪乌斯统率的守军士兵,遭到哥特人极其严酷的围攻,因生活必需品匮乏而陷入困境;他们多次避开敌人的耳目遣使前往西西里,向那里的罗马军队指挥官、特别是向阿尔塔巴内斯发出宣告:如果他们不尽快前来援助,他们不久后即便极不情愿,也不得不将自身和城市拱手让与敌人。 然而,却没有任何人从那里赶来救援。冬季行将结束,普罗科匹厄斯所记述的这场战争的第十七年也随之告终。
- 8.25.15ἐφ’ ᾧ Ναρσῇ ξυστρατεύσωσιν
连词 ἐφ' ᾧ 后接虚拟式(ξυστρατεύσωσιν)。古典希腊语中 ἐφ' ᾧ 通常带不定式或将来时直说式,表示协议条件(“条件是……”),但在晚期希腊语及普罗科匹厄斯的用法中,它常作为目的从句(相当于 ἵνα 带虚拟式),在此意为“为了与纳尔塞斯一同出征”。
- 8.25.20ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους
由 ὥστε 引导的结果从句。不定式 γενέσθαι 的逻辑主语是宾格的 τὰς νήσους,形容词 βατάς 作为其表语补足语(阴性宾格复数)。与格 τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι 在句中充当关涉与格(“对徒步行走的人们而言”)。
- 8.25.22θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης
独立属格结构。由于动词 ἅπτομαι 支配属格(“触及”),αὐτῶν(指鱼)是分词 ἁψαμένης 支配的属格宾语,而该独立属格的主语是 θέρμης ... τῆς ἐκ τοῦ πυρός(“来自火焰的热气触及它们时”)。
- 8.25.24ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν, οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν
由分词 μαρτυρόμενοι 引出的 ὡς 间接引语。直接引语中的将来条件句(条件从句“若你们不施援”,主句“我们将投降”)在转入间接引语时,条件从句动词转为转述希求式(βοηθοῖεν),而主句动词则保留了直接引语的将来时直说式(ἐνδώσουσιν),以增强迫切感与确定性。
