- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.25.1-8.25.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯拉夫人洗劫伊利里亚并在吉佩德人的摆渡下满载而归,查士丁尼因而与吉佩德人立约;但不久后皇帝应伦巴第人之请派兵攻打吉佩德人,阿马拉弗里达斯率部协助伦巴第人重创吉佩德军。
Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ’ αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοι τε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο. οἵπερ τῷ πλήθει τῶν πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολειπομένους ἐσίνοντο, καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν.
一大群斯拉夫人突袭了伊利里亚人,在那里造成了难以言状的灾难。查士丁尼皇帝派出一支军队前去讨伐他们,这支军队由其他人以及特别是革尔马努斯的儿子们率领。他们由于人数远少于敌人,根本无法与敌人正面交锋,而是一直尾随在蛮族的后方,袭杀落单者,不仅斩杀了他们中的许多人,还将俘获的一些人生擒送交皇帝。然而,这些蛮族干出的暴行却丝毫未减。
ἐν ταύτῃ τε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύμπαντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ’ οἴκου ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ.
他们在这场劫掠中耗费了大量时间,使所有的道路都填满了死尸;在掳掠了无数人口并抢光了一切之后,在没有任何人阻拦的情况下,他们带着所有战利品返回了家园。
οὐδὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ῥωμαῖοι ἢ ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν ἡ μίσθωσις ἦν.
因为当他们渡过多瑙河时,罗马人既无法设伏,也无法以任何其他方式对其使用武力,因为吉佩德人在收取高额报酬后接纳了他们,并用船只摆渡他们过河;渡河的费用是按每人一枚金斯塔特收取的。
διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον ἐφ’ ᾧ ληΐσονται1 τὴν Ῥωμαίων ἀρχήν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας.
因此皇帝极为苦恼,因为今后他再也没有办法阻止他们渡过多瑙河前来劫掠罗马帝国疆土,或者阻止他们携带着战利品从这里撤离;正因如此,他希望能与吉佩德部族缔结某种条约。
Ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ’ ἀλλήλους ᾔεσαν. Γήπαιδές τε τὴν Ῥωμαίων δειμαίνοντες δύναμιν (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηται) φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον.
在此期间,吉佩德人与伦巴第人再次渴望开战,彼此进逼。吉佩德人畏惧罗马人的力量(因为他们绝非不知道查士丁尼皇帝曾与伦巴第人宣誓结盟),便热切希望成为罗马人的朋友与盟友。
πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε.
于是他们立即派遣使节前往拜占庭,自己也请求皇帝缔结盟约。皇帝毫不迟疑地向他们赐予了结盟的保证。
δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν.2
由于这些使节的请求,元老院中的十二名显贵也立下誓言,为他们批准了这些条约。
οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον.3
然而不久之后,由于伦巴第人依盟约请求援助,查士丁尼皇帝便派出一支军队去支援讨伐吉佩德人,指控吉佩德人在条约签订之后,曾为了危害罗马人而协助一部分斯拉夫人渡过多瑙河。
Ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ῥωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνήρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου.
这支军队由革尔马努斯的儿子查士丁与查士丁尼、阿拉提乌斯、苏阿尔图阿斯——此人早先曾被查士丁尼任命为赫鲁利人的统治者,但正如我在前文所述,当从图勒岛来的人发动叛乱后,他逃往皇帝处,并随即成为拜占庭驻军的罗马将领——以及哥特人阿马拉弗里达斯率领,他是哥特王狄奥多里克之姊阿马拉弗里达的外孙,统治图林根人的赫尔梅内弗里杜斯之子。
ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ῥωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε.
贝利撒留曾将此人与维提吉斯一同带往拜占庭,但皇帝将他任命为罗马将领,并将他的妹妹许配给伦巴第人的统治者奥杜因。
τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται.
但这支军队中除阿马拉弗里达斯及其部属外,无一人抵达伦巴第人处。因为其他人奉皇帝之命滞留在伊利里亚的乌尔皮亚纳城一带,那里的居民因基督徒彼此争论不休的那些问题而爆发了内乱,对此我将在专门论述这些事情的篇章中详加记述。
Οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασὶν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν.
于是伦巴第人与阿马拉弗里达斯倾巢而出,攻入吉佩德人的领地;当吉佩德人迎战时,双方爆发了一场恶战,吉佩德人战败,据说有极多的人在这次苦战中丧生。
- 8.25.6ἐφ’ ᾧ ληΐσονται
介词短语 ἐφ’ ᾧ 后接将来时直陈式,在此构成表目的的状语从句(“为了劫掠”)。在古典阿提卡散文中,ἐφ’ ᾧ 通常用来引导表示附带条件(“以……为条件”)的从句,但在后古典期希腊语及普罗科匹乌斯笔下,它常与 ἵνα 或 ὥστε 等同,用作表示目的的连词。
- 8.25.9δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν.
该句的主干结构为 ἄνδρες δυοκαίδεκα ... ἐπέρρωσαν(“十二名人士……批准了”)。句首的 δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε 为属格独立结构(“在这些使节请求下”)。介词属格短语 τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς 修饰主语 ἄνδρες δυοκαίδεκα(“元老院议事会中的十二名人士”),ὅρκια δόντες 则是与主格主语保持一致的时间/伴随分词。
- 8.25.10ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ῥωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον.
分词 ἐπενεγκών 在此用于“归咎、归罪”(相当于省略了 αἰτίαν 的 ἐπιφέρω),支配指代被指控者的与格 Γήπαισι,并以“宾格加不定式”结构(Σκλαβηνῶν τινας ... διαβιβάσαι)作为直接宾语表明指控的内容(“指控他们渡运了部分斯拉夫人”)。短语 ἐπὶ πονηρῷ τῶν Ῥωμαίων 为表示不利目的或结果的介词短语,意为“危害罗马人”。
