- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.24.26-8.24.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄乌狄巴尔德提出通过仲裁解决领土争端并派遣使节,随后打发了良提乌斯;与此同时,托提拉攻占了库尔西克和萨尔多,并击退了罗马军队的反击。
γνώμη γὰρ ἅπαξ μοχθηρὰ ἐς τοὺς φίλους ὀφθεῖσα ἐκτρέπεσθαι τῆς δικαίας ὁδοῦ ἀεὶ πέφυκεν. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα, τοσαῦτα ἐροῦμεν, ὡς ὁ πατὴρ ὁ ἐμὸς Θευδίβερτος οὔτε βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν οὔτε κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν.
因为一旦对朋友显露出险恶心意,这种心智便天生总是会偏离正道。然而,关于你们所提到的那些地方,我们要说的是:我的父亲狄乌狄伯特从未把武力欺压任何邻人或侵夺他人产业当作自己的志向。
τεκμήριον δέ· οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ῥωμαίους ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ’ ᾧ χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις.1
这就是证据:因为我并不富裕。因此,他也绝不是从罗马人手中夺走这些地方的,而是在托提拉已经占据这些地方并明确予以让渡时,才接管并保有它们的——对于此事,查士丁尼皇帝本最当与法兰克人一同庆幸。
ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ’ ἑτέρων τινῶν βιασθέντας ὁρῶν, εἰκότως ἂν χαίροι, τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτὸν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται, ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι.
因为一个人若看见那些夺去自己私有产业的人被另一些人制服,理当感到高兴,认为伤害自己的人已经合理合法地受到了惩罚,除非他自己对那些制服敌人的人心生嫉妒;因为人们认为,拿敌人的正当权利作借口,往往会演变为嫉妒。
δικασταῖς μέντοι ἐπιτρέπειν οἷοί τέ ἐσμεν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ῥωμαίους ἀφελέσθαι τὸν πατέρα τὸν ἐμὸν φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη. ὑπέρ τε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ’ ἡμῶν οὐ πολλῷ ὕστερον.” τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν2 παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον.
不过,我们愿意将有关此事的裁决委托给法官,以便一旦查明我父亲确曾夺取过罗马人的任何东西,我们就有义务毫不拖延地予以偿还。为了这些事情,我们不久之后就会派使节前往拜占庭。”说完这番话,他打发了良提乌斯,并派遣法兰克人勒乌达尔杜斯作为使节,连同其本人共四人前往查士丁尼皇帝处。他们抵达拜占庭后,便处理了他们为此而来的事务。
Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔς τε Κουρσικὴν καὶ Σαρδὼ στέλλει.
与此同时,托提拉热切希望占领属于利比亚的岛屿。于是他立即集结了一支舰队,将一支充足的军队装载其上,派往库尔西克和萨尔多。
οἱ δὲ τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον, μετὰ δὲ καὶ Σαρδὼ κατέλαβον. ἄμφω δὲ τὰ νήσω ὁ Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθών, ὃς τοῦ ἐν Λιβύῃ Ῥωμαίων στρατοῦ ἦρχε, στόλον τε νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν.
他们首先航行到库尔西克,因无人防守该岛,便占领了它;随后他们又攻占了萨尔多。托提拉使这两个岛屿都成为了纳贡的属地。掌管利比亚罗马军队的约翰得知此事后,便派遣了一支舰队和大批士兵前往萨尔多。
οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο· τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοί τε εἶναι, ἐπεὶ Γότθοι ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον.
当他们来到距卡拉纳利斯城极近的地方时,扎下营寨,打算转入围城战;因为他们认为自己无法强攻城墙,哥特人在那里驻有一支兵力充足的卫戍部队。
ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοί τε αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν.
然而当蛮族得知这一情况后,便从城中杀出,猝然袭击敌人,毫不费力地击溃了他们并斩杀了许多人。
οἱ δὲ λοιποὶ φεύγοντες ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχηδόνα παντὶ τῷ στόλῳ ἀφίκοντο. ἐνταῦθά τε διαχειμάσαντες ἔμενον, ἐφ’ ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι.3 ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν καλοῦσιν.
其余的人四散逃奔,当时逃到了船上得以保全;不久之后他们从那里起航,全舰队抵达了迦太基。他们在那里驻留过冬,打算在初春之际以更充分的准备再次出兵征讨库尔西克和萨尔多。现在人们把这座萨尔多称为撒丁尼亚。
ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι.
那里生长着一种草,人们一旦尝了它,立即就会引发致命的痉挛,并在不久后死去,由于痉挛的缘故,他们看起来仿佛在发出某种笑声,人们便以该地的名字称这种笑为“萨尔多尼亚式的”(苦笑)。
τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.
至于库尔西克,古人称之为居尔努斯。在那里,正如人类中有猿猴一样,也有一群群仅比绵羊稍大一些的马。这些事情大体就是如此。
- 8.24.27ἐφ’ ᾧ χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις
短语 ἐφ’ ᾧ 由介词 ἐπί 与中性单数关系代词 ᾧ 构成,先行词为前文所叙述的“其父从托提拉处接管土地”这一事实,意为“对此/因此”。χρῆν 是无人称动词 χρή 的未完成过去时,表示过去理当发生而实际未发生的事(“本应感到庆幸”)。
- 8.24.30τέταρτον αὐτὸν
希腊语惯用表达,将序数词与强调代词 αὐτός 的宾格连用,意为“连同其本人共四人(以其为第四人)”。它表示包括勒乌达尔杜斯在内的使团总人数为四人,而非单指“第四个他”。
- 8.24.37ἐφ’ ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι
连词性短语 ἐφ’ ᾧ 后接虚拟式 στρατεύσωσι,构成表示条件或目的的句式(“打算……/以……为目的”),用以说明在迦太基过冬的部队随后的行动意图。
