- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.24.12-8.24.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
使节良提乌斯要求法兰克国王狄乌狄巴尔德归还不当侵占的土地,并履行同盟义务共同对抗哥特人,但狄乌狄巴尔德以哥特人目前是其盟友为由予以拒绝。
Λεόντιος δέ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε· “Ἴσως μέν τι καὶ ἄλλοις παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ῥωμαίοις τανῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενί, οἶμαι, ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων.
良提乌斯到达狄乌狄巴尔德面前时,说了以下这番话:“也许别人也曾遇到过出乎意料的事情,但我认为,像如今你们加于罗马人的这种事,在全人类中是从未降临到任何人身上的。
βασιλεὺς μὲν γὰρ Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν.
因为查士丁尼皇帝此前并没有投入这场战争,也没有显露出要与哥特人开战的意图,直到法兰克人以友谊与同盟之名收受了巨额钱财,并答应在战事中予以协助。
οἱ δὲ οὐχ ὅπως1 τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ῥωμαίους τοιαῦτα οἷα οὐδ’ ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν.
然而他们不仅不屑于履行所约定的任何事,反而对罗马人犯下了任何人都难以预料的恶行。
ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη, οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς πόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονε.
因为你的父亲狄乌狄伯特擅自侵占了一片与他毫无瓜葛的土地,而皇帝是在所有法兰克人都袖手旁观的情况下,历经极大的辛劳和战争的危险才成为那里的主人的。
διόπερ τανῦν ἐς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ’ αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει.
因此,我如今来到你们这里,并非为了责备或控告,而是为了请求并劝告那些必将对你们自身有益的事情。
λέγω δὲ ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, συγχωρήσητε δὲ Ῥωμαίους ἔχειν τὰ αὐτῶν ἴδια· τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθὰ ἴσχυσεν, ἐπεὶ τὸ εὔδαιμον τῷ ἀδίκῳ ἐς ταὐτὸ ξυνιέναι οὐδαμῆ εἴωθε, καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυνδιενέγκητε πόλεμον, τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν.
我的意思是,希望你们极其稳固地保有你们现有的繁荣,并容许罗马人保留他们自己的领地;因为对于身居大位者而言,哪怕对微不足道之物的不义占有,也往往足以剥夺他们自古以来所拥有的福祉,因为幸福从来不曾与不义共存;此外,希望你们履行令尊的诺言,与我们一同进行对抗托提拉的战争。
τοῦτο γὰρ ἂν πρέπον2 γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μέν, εἴ τι τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται.
因为对于嫡子而言,这比一切都更为相宜:若是生身父母犯下了过失,便予以纠正;若是他们建立了最卓越的功业,便加以守护并巩固。
ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ’ ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι.3
因为即便是人类之中最明智的人,也必定格外期盼这些事:期盼他们的子嗣能效法自己最优秀的作为;如果自己有何事做得不妥,能不是由他人,而是由自己的子嗣来纠正改进。
καίτοι ἐχρῆν ὑμᾶς ἀκλήτους Ῥωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ἐχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις, ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα.
况且,你们本应不召自来地与罗马人共同承担这场战争。因为我们的斗争是针对哥特人的,而他们自始至终都是法兰克人的仇敌和完全不可信赖之人,自古以来就与法兰克人进行着不容休战、不通使节的战争。
οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι· εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην.
他们现在由于对我们的畏惧,并不耻于对你们阿谀奉承;但若他们一旦摆脱了我们,不久就会显露出对法兰克人的真实心意。
πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλως τε ἢν καὶ τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκαλύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν.
因为恶人在顺境中无法改变自己的天性,在逆境中亦然,但在患难中,他们大体上习惯于将它掩藏起来,尤其是当他们需要邻人相助之时,现实的需要迫使他们遮掩自己的奸恶。
ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ.”
你们深思这些事,就当重申对皇帝的友谊,并全力抵抗自古以来就是你们仇敌的人。”
Λεόντιος μὲν τοσαῦτα εἶπε. Θευδίβαλδος δὲ ἀμείβεται ὧδε· “Συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε· φίλοι γὰρ ἡμῖν τανῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ ἔσονται.
良提乌斯说了这些话。狄乌狄巴尔德回答如下:“你们呼吁我们结盟攻打哥特人,这既不恰当,亦非正义之举;因为哥特人如今正是我们的朋友。如果法兰克人对他们反复无常,那么对你们也绝不会忠诚。”
- 8.24.14οὐχ ὅπως
与后文的 ἀλλὰ καί 呼应的固定句式,意为“不仅不……反而甚至……”。否定词 οὐ 并非仅修饰不定式 δρᾶν,而是统摄整个从句的对比结构。
- 8.24.19τοῦτο γὰρ ἂν πρέπον
潜在(可能性)表达,在 ἂν πρέπον 之后省略了希求法动词 εἴη,意为“这本该是最相宜的”。主语 τοῦτο 的具体内容由后文的不定式短语 ἐπανορθοῦν μέν ... περιστέλλειν δέ 作同位语展开。
- 8.24.20μὴ ὑπ’ ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι
将来时不定式 ἔσεσθαι 与前文的 ὅπως 从句并列,作为承接 εὐκτὰ ... ἂν εἴη(当是值得期盼的)的间接引语/说明性宾语从句。宾格 τὸ τοιοῦτον 作不定式的主语,ἄμεινον 作其比较级表语,意为“此类事情由其子女而非他人来纠正改善”。
