- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.24.1-8.24.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在西西里,阿尔塔巴涅斯迫使留守的哥特人投降,而托提拉的求和再次遭到查士丁尼拒绝。同时,法兰克国王狄奥德贝尔特去世后,哥特人与法兰克人达成领土协定,查士丁尼则向继任的新王狄奥德巴尔德遣使交涉。
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τῇδε Ῥωμαίοις τὰ πράγματα εἶχεν ἐν Σικελίᾳ. Λιβέριος μὲν ἐνθένδε βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, Ἀρταβάνης δέ, τοῦτο βασιλεῖ δεδογμένον,1 παντὸς ἦρχε τοῦ ἐν Σικελίᾳ Ῥωμαίων στρατοῦ.
与此同时,罗马人在西西里的局势如下。利贝里乌斯奉皇帝征召,自彼处前往拜占庭,而由于皇帝已有此裁决,阿尔塔巴涅斯统领着西西里的全部罗马军队。
ὃς δὴ Γότθους τοὺς ἐν τοῖς ἐκείνῃ φρουρίοις ἀπολελειμμένους, ὀλίγους κομιδῆ ὄντας, πολιορκῶν, μάχῃ τε αὐτῶν τοὺς ἐπεξιόντας νικήσας ἐς πᾶσάν τε ἀπορίαν τῶν ἀναγκαίων καταστησάμενος ὕστερον ὁμολογίᾳ ξύμπαντας εἷλεν.
他围攻那些留守于当地要塞中的哥特人——他们人数极少——并在战斗中击溃了出城迎战之人,使其陷入一切必需品极度匮乏的困境,随后通过协议使他们全部投降。
οἷς οἱ Γότθοι περίφοβοί τε γεγενημένοι καὶ τοῖς κατὰ τὴν ναυμαχίαν ξυμπεπτωκόσι περιαλγοῦντες τὸν πόλεμον ἀπεγίνωσκον, ἤδη δυσέλπιδες τὸ παράπαν γεγενημένοι, λογιζόμενοί τε ὡς ἐν τῷ παρόντι δὴ αἰσχρῶς ἡσσημένοι τῶν πολεμίων καὶ παντάπασι διεφθαρμένοι, ἤν τις Ῥωμαίοις βοήθεια καὶ κατὰ βραχὺ ἐπιγένηται, τρόπῳ οὐδενὶ ἀντέχειν αὐτοῖς οὐδὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἢ ἐπὶ τῆς Ἰταλίας ἑστήξειν.2 οὐ μὴν οὐδὲ κατὰ πρεσβείαν διαπράξασθαί τι ἐκ βασιλέως ἐν ἐλπίδι εἶχον.
哥特人因这些事陷入恐慌,又为海战中所遭挫败深感痛苦,遂对战事彻底绝望,心如死灰。他们盘算着,既然眼下已被敌军可耻地击溃且损失殆尽,只要罗马人稍获援军,哪怕微不足道,他们也绝无可能抵挡敌人片刻,亦无法立足于意大利。然而,他们同样不抱希望通过向皇帝派遣使节以达成任何目的。
πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις ὁ Τουτίλας ἐτύγχανε πέμψας. οἵ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, ἡ δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ῥωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ’ οὓς ἂν βασιλεὺς βούλοιτο καὶ τὰ ἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι·
因为托提拉此前曾多次向皇帝派遣使节。这些使节在觐见查士丁尼皇帝时陈述道:法兰克人已占领了意大利的大部,其余土地则因战争大多已荒无人烟;哥特人愿将唯一完好无损的西西里与达尔马提亚让予罗马人,并同意每年为荒芜的土地缴纳赋税和贡赋,在皇帝所愿征讨的任何敌人面前充当同盟军,在其他所有方面亦听命于皇帝。
ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο, πρὸς τὸ Γότθων ὄνομα χαλεπῶς ἔχων, ἄρδην τε αὐτὸ τῆς Ῥωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
但皇帝对所奏之事全然置之不理,将全部使节遣返,盖因他对哥特人之名深恶痛绝,意欲将其彻底从罗马帝国疆域内驱除。这些事变大略便是如此发生的。
Θευδίβερτος δέ, ὁ Φράγγων ἀρχηγός, οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, Λιγουρίας τε χωρία ἄττα καὶ Ἄλπεις Κουτίας καὶ Βενετιῶν τὰ πολλὰ οὐδενὶ λόγῳ ἐς ἀπαγωγὴν φόρου ὑποτελῆ ποιησάμενος.
另一方面,法兰克人的首领狄奥德贝尔特不久前因病辞世;他此前毫无道理地迫使利古里亚的若干据点、科蒂安阿尔卑斯以及威尼提亚的大部向其纳贡。
τὴν γὰρ ἀσχολίαν τῶν μαχομένων οἰκείαν οἱ Φράγγοι εὐκαιρίαν πεποιημένοι τοῖς ἐκείνων περιμαχήτοις αὐτοὶ ἀκινδύνως ἐπλούτουν.
盖因法兰克人将交战双方的无暇旁顾化作自身的良机,坐收渔利,从他人争夺之物中无险而致富。
καὶ Γότθοις μὲν πολίσματα ὀλίγα ἐν Βενετίοις διέμεινε, τά τε ἐπιθαλασσίδια χωρία Ῥωμαίοις· τὰ δὲ ἄλλα ὑποχείρια σφίσιν ἅπαντα πεποίηνται Φράγγοι.
于是哥特人在威尼提亚仅保有少数城镇,沿海据点留存予罗马人,而其余所有土地则全被法兰克人纳入自身掌制之下。
Ῥωμαίων τε καὶ Γότθων πόλεμον τόνδε ᾗπέρ μοι εἴρηται πρὸς ἀλλήλους διαφερόντων καὶ πολεμίους οὐ δυναμένων ἐπικτᾶσθαι καινούς, Γότθοι τε καὶ Φράγγοι ἐς λόγους ἀλλήλοις ξυνίασι, καὶ ξυνέκειτο, μέχρι μὲν ἂν Γότθοι πρὸς Ῥωμαίους τὸν πόλεμον διαφέροιεν, ἔχοντας ἑκατέρους ὧνπερ ἐγένοντο ἐγκρατεῖς ἡσυχῆ μένειν, μηδέν τε σφίσι πρὸς ἀλλήλους πολέμιον εἶναι. ἢν δέ γε βασιλέως ποτὲ Ἰουστινιανοῦ περιέσεσθαι Τουτίλαν τῷ πολέμῳ συμβαίη, τηνικάδε Γότθους τε καὶ Φράγγους διοικήσασθαι ταῦτα, ὅπη ἂν συνοίσειν ἑκατέροις δοκῇ. ἀλλὰ ταῦτα μὲν τῇδε ξυνέκειτο.
鉴于罗马人与哥特人如我所述仍在相互进行这场战争,无力再树新敌,哥特人遂与法兰克人举行会谈并达成协定:在哥特人继续与罗马人作战期间,双方各自保留已有领地并保持相安无事,彼此间不得有任何敌对行为;若万一发生托提拉在战争中战胜查士丁尼皇帝之事,届时哥特人与法兰克人再根据双方认为有利的方案来处置这些土地。协定大抵便是如此订立的。
τὴν δὲ Θευδιβέρτου ἀρχὴν διεδέξατο Θευδίβαλδος ὁ παῖς. βασιλεύς τε Ἰουστινιανὸς Λεόντιον, τὸν Ἀθανασίου γαμβρόν, ἄνδρα ἐκ βουλῆς, πρεσβευτὴν παρ’ αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχε.
狄奥德贝尔特的统治由其子狄奥德巴尔德继承。查士丁尼皇帝遂派遣元老院成员、阿塔纳西乌斯的女婿莱昂提乌斯为使节前往他那里,敦促他结成反托提拉与哥特人的同盟,并要求其归还狄奥德贝尔特不当地急于占领的意大利诸地。
- 8.24.1τοῦτο βασιλεῖ δεδογμένον
由中性完成时被动分词(δεδογμένον)与指示代词(τοῦτο)构成的宾格绝对独立结构(accusative absolute),表示原因或附带情况:“这已由皇帝所决定”。
- 8.24.3ἀντέχειν αὐτοῖς οὐδὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἢ ἐπὶ τῆς Ἰταλίας ἑστήξειν
连词ἤ并列了同依附于谓语形容词ἱκανοὶ ἔσονται的两个不定式ἀντέχειν与ἑστήξειν(ἵστημι的将来完成时不定式)。承接前面的否定表达(τρόπῳ οὐδενὶ ... οὐδέ),表示“既无法抵抗他们……亦无法立足于意大利”。
