← 普罗科皮乌斯

战史

§8.23.31-8.23.42

哥特舰队的溃败与安孔解围

哥特人因不谙海战自相混乱而遭惨败,罗马军队大获全胜并解除了对安孔的包围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.23.31

καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. Ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον· οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ’ ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρίᾳ ξυνεποδίζοντο.

这场较量的开端便是如此。然而此后,蛮族人由于不谙海战,在极度混乱中继续着这场交锋。盖因他们当中有的人彼此离散过甚,以致给敌人提供了各个击破的乘虚之机;另一些人则成群结队挤在一处,因船只空间狭窄而始终相互牵制。

§8.23.32

εἴκασεν ἄν τις1 φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐδὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέ τε καὶ μόλις, οὐδὲ ξίφεσιν ἢ δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇ τε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντές τε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄποθεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι.

人们本会以为他们的船面甲板如编筐般交错叠压。他们既不能向分散开来的敌人放箭——除非为时已晚且极为勉强——亦无法在望见敌人扑向自己时挥舞刀剑长矛;相反,他们自身始终陷入叫嚷与推搡之中,不住地相互冲撞,毫无章法地用撑篙相互推挤,时而因拥挤而将战线搅作一团,时而又彼此远远离散,双方皆给己方带来祸害。

§8.23.33

τάς τε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο, οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ’ ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ’ ἀλλήλων ἐργάζωνται.

而且他们每一个人皆夹杂着凄厉的呼喊,向身边之人发出号令,并非针对敌人,而是为了让他们彼此拉开距离。

§8.23.34

ἠσχολημένοι τε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. Οἱ δὲ Ῥωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολήν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τά τε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάς τε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τά τε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ, ἐκ χειρὸς αὐτοὺς διεχρῶντο. ἀπειρηκότες οὖν οἱ βάρβαροι πρός τε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ’ ὅ τι μαχέσονται, οὐδὲ ναυμαχοῦντες, οὐ μέντοι οὐδὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέμιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες.

他们忙乱于相互之间的束手无策,反倒成了敌人战胜自己的最大帮凶。罗马人则英勇地处理接战之事,老练地指挥海战阵局,将战船排成横列,既不彼此相距过远,亦不过分贴近逾越所需,而是始终保持着得当的离合进退;若见敌船脱离同伴,便毫不费力地冲撞将其击沉;若察觉敌人何处出现混乱,便向该处密集放箭,每当扑向那些因混乱的劳顿而已然溃乱不堪的敌人时,便展开白兵肉搏将其歼灭。因此,蛮族人面对厄运的逆境以及交战中发生的种种失误,已彻底绝望,无论作为海战,抑或如同陆战般立于甲板之上,皆不知该如何作战;他们反倒放弃了搏杀,冒着极大的危险呆立不动,听任命运摆布。

§8.23.36

διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινὸς εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκεδαννύμενοι διηποροῦντο.

于是哥特人陷入了极度混乱的可耻溃逃,既不再记起勇气,亦顾不得任何体面的撤退或任何能导向自救的方略,反倒大半散落于敌船之间,陷入绝境。

§8.23.37

καὶ αὐτῶν τινὲς ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο.

他们当中有的人乘十一艘船遁逃,隐蔽脱险,其余所有人则皆落入敌手。

§8.23.38

ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ῥωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ2 καταδύοντες ἔκτεινον· τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν δὲ δὴ ἕτερον ἐζώγρησαν Ῥωμαῖοι.

罗马人亲手击杀了其中许多人,又将许多人连同船只一同击沉毙命;统领之中,贡杜尔夫带着十一艘船潜踪逃脱,另一名统领则被罗马人生擒。

§8.23.39

Καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκομίσθησαν ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν.3

其后,乘十一艘船之人登陆上岸,因唯恐战船落入敌手,立即将其烧毁,自身则徒步前往围攻安孔要塞的营垒。

§8.23.40

φράσαντές τε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐς Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον.

他们向营中之人陈述了所遭变故后,便立即与他们一同撤退,将营垒弃予敌人,仓皇喧嚣地奔逃入附近的奥克西穆姆城。

§8.23.41

Ῥωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τό τε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες ἀπέπλευσαν ἐνθένδε.

罗马人不久后抵达安孔,占领了敌军遗弃空无一人的营地,将给养运入要塞守军处后,便扬帆离开该地。

§8.23.42

καὶ Βαλεριανὸς μὲν ἐπὶ Ῥαβέννης ἐχώρησεν, Ἰωάννης δὲ ἐς Σάλωνας ἀνέστρεψεν. αὕτη διαφερόντως ἡ μάχη τό τε φρόνημα καὶ τὴν δύναμιν Τουτίλα καὶ Γότθων κατέλυσεν.

瓦勒良进军拉文纳,约翰则返回萨洛纳。这场战役尤为彻底地摧毁了托提拉与哥特人的气焰与实力。

语法注3 条
  1. 8.23.32εἴκασεν ἄν τις

    不定过去时直陈式 εἴκασεν 与小辞 ἄν 连用,构成过去潜在虚构表达(过去潜势),意为“若当时有人在场,定会认为……”。

  2. 8.23.38αὐταῖς ναυσὶ

    与格短语 αὐταῖς ναυσὶ 带有强调用法的 αὐτός,属于表示相伴的与格(comitative dative),意为“连船一同”或“连同船只”。

  3. 8.23.39ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν

    中性单数关系代词 ὃ 的先行词是前面的 τὸ στρατόπεδον(营垒),但关系从句的谓语动词 ἐπολιόρκουν 却采用了第三人称复数未完成过去时。这属于按意义呼应(constructio ad sensum),即着眼于营垒中的驻军士兵这一复数概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.23.31-8.23.42