- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.23.17-8.23.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰与瓦勒良强调安孔的枢纽地位与退无可退的险境以激励全军,哥特将领亦训诫士卒利用敌人的怯懦速战速决,随后两军战船交错展开了惨烈的接舷海战。
τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ῥάβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει,1 οὕτω τε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή.
局势既已如此,自德律乌斯至拉文纳,我们便再无其他要塞可供储存必须为我们及我们的战马备下的口粮,且敌人对该地的掌控如此彻底,以致此地未曾为我们留下任何可供哪怕微量筹措必需品的友善之所。
ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν.2
然而对于安孔,我们依然寄予全盘希望,即自对岸大陆渡海而至者能够在此泊岸并获得安全。
οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκός, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν.
因此,倘若在今日的交战中获胜,并理所当然地为皇帝巩固安孔,我们或许对今后抗击哥特人的其余战事亦将满怀良善的期望。
σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι.3 κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν ἐξόν.
但若在此战中失利——然而更惨痛之言我们实不忍言,只愿上帝赐予罗马人对意大利的永恒统治。 我们亦当思量此点:若我们在战斗中怯懦畏葸,便连逃遁亦无可能。
οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον,4 οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις.
盖因你们既无法拥有土地——土地已被敌方占领,亦无法拥有可行航的海面——敌人正如此掌握着制海权;相反,我们得救的希望已全然维系于我们自己的双手之中,并随着搏战中的作为而转移。
ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι,5 ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.”
因此,你们当竭尽全力奋勇作战,切记这一真理:若眼下受挫,你们便将分得最终的毁灭;若大获全胜,你们便将与享极大福泽之人一道,名列荣光之中。”
Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο· “Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ’ ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη.6
约翰与瓦勒良陈词至此。哥特人的统领们亦作如下训示:“既然这些该死的家伙已被逐出全意大利,不知在陆地或海洋的何处幽深角落潜匿了许久,如今竟敢与我们交手,并仿佛要重整旗鼓般向我们袭来,我们便必须以全副热忱挫败其由愚昧所生的狂妄,以免因我们的退让而致使其疯狂之举蔓延坐大。
ἀμαθία γὰρ οὐ κατ’ ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ’ ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς.
盖因无知若不在起初予以遏制,便会滋长为无度的鲁莽,并最终给遭逢之人带来不可救药的灾祸。
δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοί τέ εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι.
因此,当尽快向他们证明,他们不过是希腊人,天性懦弱,虽已受挫却虚张声势;切勿容许其试探继续前行。
ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω, ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαίνεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν.
盖因懦弱一旦受到蔑视,便会被引向更大的狂妄,因为随着推进,这种胆量便会变得毫无顾忌。当你们奋武扬威之时,绝不可以为他们能长久支撑;盖因未与其行使者的实力相称的气焰,虽在实战之前看似高涨且处于顶峰,但一旦交锋开始,便往往轰然瓦解。
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ’ ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.”
因此,既然事情确乎如此,便当回想敌人在屡次试探你们的武勇之后是如何败退收场的,并当明辨:他们并非突然变强而向我们扑来,他们既犯下了与以往相似的狂妄,如今亦必将承受同样命运的判决。”
Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν ἰσχυρά, πεζομαχίᾳ ἐμφερὴς οὖσα.
哥特诸统领如此训话后,便迎击敌手,毫无迟疑地展开了肉搏交战。这场海战异常激烈,宛若陆战一般。
τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι.
盖因双方皆将战船排成横阵,船首相对迎击敌舰,互射矢石;而其中自命尚有武勇之人,则逼近贴舷,自甲板上交错混战,如同在平原上一般挥舞刀剑长矛厮杀。
- 8.23.17ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει
关系副词 ὅπη 与助词 ἄν 及将来时直陈式 δεήσει 连用。在古典雅典方言中通常要求 ἄν 搭配虚拟式,但在后世希腊语中与将来时直陈式连用屡见不鲜。此从句作先行词 ὀχύρωμα 的限定性关系从句,兼具目的与结果意味。
- 8.23.18ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν
名词 προσδοκία(期待)由带属格定冠词的动词不定式短语 τοῦ ... δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν 作同位语或说明性属格修饰。不定式 εἶναι 的表语形容词 δυνατοῖς 在格上与其实质逻辑主语与格分词 καταίρουσιν 保持一致。
- 8.23.20σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ῥωμαίοις διηνεκῆ εἶναι
分词 σφαλέντες 表条件(“若我们失败”)。主句原本的结论部分被避讳不祥预言的插叙(ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν,采用 ἄν+潜势祈愿式)打断,进而转向带有愿望祈愿式(δοίη,“愿上帝赐予”)的祈祷句,构成修辞性的停顿与意流转折。
- 8.23.21οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώϊμον
动词 ἕξετε 支配直接宾语 τὴν γῆν 与 τὴν θάλασσαν,完成时被动分词 κατειλημμένην 作状语性分词修饰 τὴν γῆν 表原因(“因土地已被敌方占领,你们既无法拥有土地”),形容词 πλώϊμον 则充当 τὴν θάλασσαν 的宾语补足语(“亦无法拥有处于可行航状态的海洋”)。
- 8.23.22τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι
短语 τοῦτο ἐκεῖνο 是古希腊语中的习用表达(意为“正是那众所周知的道理”或“正是这一事实”),常用于引出普遍公理。此处由紧随其后的 ὡς 从句具体展开其内涵。
- 8.23.23ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη
由 ὡς μή 引导接祈愿式 χωροίη 的否定目的从句(“以免……蔓延”),其内部嵌套了表假设的属格独立结构 ἐνδιδόντων ἡμῶν(“若我们退缩”)。主语 τὰ τῆς ἀπονοίας 为中性复数冠词短语,意指“其疯狂行径的后果/发展”。
