← 普罗科皮乌斯

战史

§8.23.1-8.23.16

救援安孔的行动与海战前的战前演说

托蒂拉派遣舰队与陆军围攻安孔,瓦勒良与约翰遂联合舰队进驻塞诺加利亚。两军舰队摆开阵势对峙,罗马将领在决战前向士卒发表演说鼓舞士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.23.1

Τουτίλας δὲ πολλῷ πρότερον Γότθων στράτευμα ἐς Πικηνοὺς ἐτύγχανε πέμψας, ἐφ’ ᾧ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν·1 οἷς δὴ ἄρχοντας τοὺς ἐν Γότθοις δοκιμωτάτους ἐπέστησε, Σκιποῦάρ τε καὶ Γίβαλ καὶ Γουνδούλφ, ὅσπερ Βελισαρίου δορυφόρος ἐγεγόνει ποτέ.

然而托蒂拉早在许久之前,便已派遣一支哥特军队前往皮凯努姆,意图攻取安孔;他任命哥特人中最孚众望的斯基普阿尔、吉巴尔和贡杜尔夫为统领,后者曾一度充任贝利萨留的持矛侍卫。

§8.23.2

τινὲς δὲ αὐτὸν Ἰνδοὺλφ ἐκάλουν. οἷς δὴ καὶ πλοῖα μακρὰ ἑπτὰ καὶ τεσσαράκοντα ἔδωκεν, ὅπως τὸ φρούριον κατὰ γῆν τε καὶ θάλασσαν πολιορκοῦντες ῥᾷόν τε καὶ ἀπονώτερον τὴν αὐτοῦ ἐπικράτειαν θήσονται.

有些人则称他为因杜尔夫。托蒂拉亦赐给他们四十七艘战船,以便他们从水陆两路围攻要塞,更易且更省力地将其据为己有。

§8.23.3

χρόνου δὲ ταύτῃ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ, συνέβαινε τοὺς πολιορκουμένους τῇ τῶν ἀναγκαίων ἀπορίᾳ πιέζεσθαι.

在这场围攻消耗了漫长时间之后,被围者因生活必需品的匮乏而陷入困境。

§8.23.4

Ἅπερ ἐπεὶ Βαλεριανὸς ἔμαθεν, ἐπὶ Ῥαβέννης διατριβὴν ἔχων, ἀμύνειν τε κατὰ μόνας τοῖς ἐν τῷ Ἀγκῶνι Ῥωμαίοις οὐχ οἷός τε ὤν, πέμψας πρὸς Ἰωάννην τὸν Βιταλιανοῦ ἀδελφιδοῦν ἐπὶ Σαλώνων ὄντα ἔγραψε τάδε· “Μόνος ὁ Ἀγκὼν ἡμῖν τοῦ κόλπου ἐντὸς ἀπολέλειπται, ὡς αὐτὸς οἶσθα, εἴπερ ἔτι νῦν ἀπολέλειπται.

留驻拉文纳的瓦勒良获知此事,因无法独力救援在安孔的罗马人,遂遣使往萨洛那致信维塔利安的侄儿约翰,信中写道:“正如你自己所知,在这一海湾内为我们保留的仅存安孔一处,设若它至今尚得保全的话。

§8.23.5

οὕτω γὰρ τοῖς ἐν τούτῳ Ῥωμαίοις πικρότατα πολιορκουμένοις τὰ πράγματα ἔχει ὥστε δέδοικα μὴ βοηθοῦντες ἔξωροι ὦμεν, ὀπίσω τοῦ καιροῦ τὴν σπουδὴν ἔχοντες, ἕωλόν τε τὴν ὑπὲρ αὐτοῦ προθυμίαν ποιούμενοι.

盖因在此地承受极其惨烈围困的罗马人之境遇已至如此地步,以致我唯恐我们前去增援却为时已晚,急切之意反落于时机之后,为拯救它所作的热切努力终归徒然。

§8.23.6

ἀλλὰ παύσομαι. ἡ γὰρ τῶν πολιορκουμένων ἀνάγκη μακροτέραν τὴν ἐπιστολὴν οὐκ ἐᾷ γίνεσθαι, τὸν χρόνον ἐφ’ ἑαυτὴν ἀκριβῶς σφίγγουσα καὶ ὁ κίνδυνος ὀξυτέραν τοῦ λόγου τὴν ἐπικουρίαν ζητῶν.” ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολήν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθέν,2 αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος.3

然我当止笔。盖因被围者的危急形势紧扣时间,不容书信再加拖长,且危局所寻求者乃是疾于言语的救援。”约翰读毕此信,尽管皇帝早有禁令,仍毅然自命出征,盖因他认为时局造成的窘境远比皇帝降下的谕令更为紧迫。

§8.23.8

ἄνδρας τε ἀπολεξάμενος οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντά τε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιά τε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν.

他挑选了他认为于战事中最为精干的勇士,以其填满了三十八艘战船——这些战船航速极快,且极利于水战——并装载了若干必需给养,遂拔锚离开萨洛那,抵泊斯卡尔东。不久瓦勒良亦率十二艘船抵达该地。

§8.23.9

Ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοί τε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται ὃ δὴ Σενογαλλίαν Ῥωμαῖοι καλοῦσι, τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν. ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν.

待他们彼此会合,商榷交谈并商定了各自认为有利的方策后,遂自该处起航,渡往对岸大陆,泊于罗马人称之为塞诺加利亚之处,此地距安孔不远。哥特军将领得悉此事,亦立即以哥特人中的显要填满了手头现存的四十七艘战船。

§8.23.11

τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπολιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν.

他们将余部留驻继续围攻要塞,径直迎击敌人。

§8.23.12

ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων ὁ Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλ τε καὶ Γουνδούλφ.

留守围城者由斯基普阿尔统领,而在战船之上的部队则由吉巴尔和贡杜尔夫率领。

§8.23.13

ἐπειδή τε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάς τε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα.

及至两军彼此极为逼近,双方皆停住船只,聚拢成紧凑阵列,向各自士兵作了一番训诫。

§8.23.14

Πρῶτοί τε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε· “Μηδεὶς ὑμῶν, ὦ ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ῥωμαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μηδὲ ἄχρι τοῦδε ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμπαν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον ἐνταῦθα ἑστάναι, ἔνθα τε ἂν ἀποκλῖναι ξυμβαίη τὴν μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας.

首先约翰与瓦勒良发表如下演说:“诸位战友,你们之中断不可有人以为,如今仅仅是为这区区一座安孔以及其中被围的罗马人而战,亦不可以为此番交战的结局仅止于此;正相反,简而言之,整个战争的大局皆悬于此处,无论战局倒向何方,命运的终极结局亦将随之判定。

§8.23.15

οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε· πολλή τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπή, τούς τε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν πολεμίων ἐπάναγκες.

盖因你们当如此审视当前情势:战争的大半枢机系于物资供给,物资匮乏者必为敌手所败。

§8.23.16

λιμῷ γὰρ οὐκ οἶδεν ἡ ἀρετὴ ξυνοικίζεσθαι, πεινῆν τε καὶ ἀνδραγαθίζεσθαι οὐκ ἀνεχομένης τῆς φύσεως.

盖因饥馑与勇德向不相容,天性断不能容忍一边挨饿一边奋战效勇之事。

语法注3 条
  1. 8.23.1ἐφ’ ᾧ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν

    连词 ἐφ’ ᾧ 后接将来时直说语气动词(ἐξελοῦσιν),用以表示条件或目的(“以攻取安孔为目的/条件”)。在此语境下,它明确指示了派遣军队的具体意图。

  2. 8.23.7καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθέν

    此处为非人称用法的中性不定过去时被动分词(ἀπορρηθέν)构成的宾格绝对结构(accusative absolute)。连同让步小辞 καίπερ,意为“尽管皇帝向他下达了禁令”。

  3. 8.23.7τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος

    双宾格结构:τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν 为直接宾语,比较级形容词 προὐργιαιτέραν(源自 προὔργου)作宾语补足语。属格短语 τῶν ... ἐπηγγελμένων 为比较属格,整句意为“认为时运所致的困窘比皇帝所吩咐的事情更为要紧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.23.1-8.23.16