- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.22.17-8.22.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
托蒂拉派舰队前往希腊,该舰队洗劫了克基拉及伊庇鲁斯沿海并截获运往纳尔塞斯军的补给船,在此期间普罗科匹乌斯对卡吕普索之岛及古代石船奉献物展开了考证。
Τουτίλας δὲ πλοῖα μακρὰ ἐς τριακόσια Γότθων πληρώσας ἐς τὴν Ἑλλάδα ἐκέλευεν ἰέναι, ληΐζεσθαι τοὺς παραπίπτοντας ἐπιστείλας δυνάμει τῇ πάσῃ.
托蒂拉让约三百艘战船满载哥特人,命他们开赴希腊,并下令全力掠夺一切偶遇之人。
οὗτος δὲ ὁ στόλος ἄχρι ἐς τὴν Φαιάκων χώραν, ἣ νῦν Κέρκυρα ἐπικαλεῖται, οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε.1
但这支舰队直至费阿刻斯人之境——即今日所称的克基拉——都未能造成任何损害。
νῆσον γὰρ οὐδεμίαν ἐν τῷδε τῷ διάπλῳ οἰκουμένην ξυμβαίνει εἶναι ἐκ τοῦ κατὰ τὴν Χάρυβδιν πορθμοῦ μέχρι ἐς τὴν Κέρκυραν, ὥστε πολλάκις ἐγὼ ἐνταῦθα γενόμενος διηπορούμην ὅπη ποτὲ ἄρα τῆς Καλυψοῦς ἡ νῆσος εἴη.
盖因在从卡律布狄斯附近的海峡直至克基拉的这段航道上,恰无任何有人居住的岛屿,以致我本人多次行经该处时,常困惑于卡吕普索的岛屿究竟何在。
ταύτης γὰρ τῆς θαλάσσης οὐδαμῆ νῆσον τεθέαμαι, ὅτι μὴ τρεῖς, οὐ πολλῷ ἄποθεν τῆς Φαιακίδος, ἀλλ’ ὅσον ἀπὸ σταδίων τριακοσίων, ἄγχιστά πη ἀλλήλων οὔσας, βραχείας κομιδῆ καὶ οὐδὲ ἀνθρώπων οἰκία ἐχούσας οὔτε ζῴων οὔτε ἄλλων τὸ παράπαν οὐδέν. Ὀθονοὶ δὲ καλοῦνται τανῦν αἱ νῆσοι αὗται.
盖因在此海域中,我除见三座彼此相距极近的小岛外未见任何岛屿;它们距费阿刻斯之境不远,约三百斯塔狄昂,极为狭小,既无人的居所,亦无飞禽走兽,全无任何物什。这些岛屿如今被称为奥托诺伊。
καὶ φαίη ἄν τις τὴν Καλυψὼ ἐνταῦθα γενέσθαι, καὶ ἀπ’ αὐτοῦ τὸν Ὀδυσσέα γῆς τῆς Φαιακίδος ὄντα οὐ πολλῷ ἄποθεν ἢ σχεδίᾳ, ὥς φησιν Ὅμηρος, ἢ ἄλλῳ τῳ τρόπῳ νεώς τινος χωρὶς ἐνθένδε διαπορθμεύσασθαι. ἀλλὰ ταῦτα ἡμῖν ὅσον τεκμηριοῦσθαι2 εἰρήσθω.
有人或许会说,卡吕普索曾居于此,而奥德修斯因距费阿刻斯人之境不远,遂自此处或如荷马所言乘木筏,或以其他某种不用舟船的方式渡海而去。但凡此种种且权作我们的推测之谈。
τοῖς γὰρ παλαιοτάτοις ἐς τὸ ἀκριβὲς ἐναρμόσασθαι τὸν ἀληθῆ λόγον οὐ ῥᾴδιον, ἐπεὶ ὁ πολὺς χρόνος τά τε τῶν χωρίων ὀνόματα καὶ τὴν ἀμφ’ αὐτοῖς δόξαν ἐκ τοῦ ἐπὶ πλεῖστον μεταβάλλειν φιλεῖ.
盖因将确凿的事实严丝合缝地契合于最遥远的古事绝非易事,漫长的岁月往往会极大改变各地的地名及其相关传闻。
Τὸ πλοῖον ἀμέλει ὅπερ ἐν γῇ τῇ Φαιάκων ἐκ λίθου λευκοῦ πεποιημένον παρὰ τὴν ταύτης ἀκτὴν ἕστηκεν, ἐκεῖνό τινες οἴονται εἶναι ὃ τὸν Ὀδυσσέα ἐς τὴν Ἰθάκην ἐκόμισεν, ἡνίκα ξεναγεῖσθαι αὐτὸν ἐνταῦθα ξυνέβη.
诚然,在费阿刻斯人之境的海岸边,伫立着一艘白石雕琢之船,有人以为那便是奥德修斯在该地蒙受款待之际将他送往伊萨卡的那艘船。
καίτοι οὐ μονοειδὲς τὸ πλοῖον τοῦτό ἐστιν, ἀλλὰ ἐκ λίθων ὅτι μάλιστα πολλῶν ξύγκειται.
然而,此船并非整块巨石所造,而是由极多的石块拼合而成。
καὶ γράμματα ἐν αὐτῷ ἐγκεκόλαπται καὶ διαρρήδην βοᾷ τῶν τινὰ ἐμπόρων ἐν τοῖς ἄνω χρόνοις ἱδρύσασθαι τὸ ἀνάθημα τοῦτο Διὶ τῷ Κασίῳ.
其上刻有铭文,明明白白地宣告是往昔的某位商人将这件奉纳物献给卡西俄斯宙斯的。
Δία γὰρ Κάσιον ἐτίμων ποτὲ οἱ τῇδε ἄνθρωποι, ἐπεὶ καὶ ἡ πόλις ἐν ᾗ τὸ πλοῖον τοῦτο ἕστηκεν ἐς τόνδε τὸν χρόνον Κασώπη ἐπικαλεῖται.
盖因当地之人昔日崇奉宙斯·卡西俄斯,直至今日,此船所立之城仍被称为卡西俄珀。
τοῦτον δὲ τὸν τρόπον ἐκ λίθων πολλῶν καὶ ἡ ναῦς ἐκείνη πεποίηται ἣν Ἀγαμέμνων ὁ τοῦ Ἀτρέως τῆς Εὐβοίας ἐν Γεραιστῷ ἀνέθηκε τῇ Ἀρτέμιδι, ἀφοσιούμενος κἀν τούτῳ τὴν ἐς αὐτὴν ὕβριν, ἡνίκα διὰ τὸ τῆς Ἰφιγενείας πάθος τὸν ἀπόπλουν ἡ Ἄρτεμις ξυνεχώρει τοῖς Ἕλλησιν.
阿特柔斯之子阿伽门农在优卑亚的格赖斯托斯献给阿耳忒弥斯的那艘船,亦是以此种方式由众多石块制成的,他亦以此赎清对女神的不敬;彼时阿耳忒弥斯因伊菲革涅亚的受难而准许希腊人扬帆起航。
ἃ δὴ γράμματα ἐν πλοίῳ τούτῳ ἢ τηνικάδε ἢ ὕστερον ξυσθέντα δηλοῖ ἐν ἑξαμέτρῳ. ὧν τὰ μὲν πλεῖστα ἐξίτηλα χρόνῳ τῷ μακρῷ γέγονε, τὰ δὲ πρῶτα καὶ ἐς τόδε διαφαίνεται λέγοντα ὧδε· Νῆά με λαϊνέην ἱδρύσατο τῇδ’ Ἀγαμέμνων, Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης.
在这艘船上刻下的铭文——不论是当时还是后来所刻——以六步格诗昭示了此事。其中大部分文字因岁月久远而已磨灭,但最初数行至今依然清晰可见,词句如下:“阿伽门农立我石舟于此,以为启航之希腊军旅之志。”
καὶ ἐν ἀρχῇ ἔχει· “Τύννιχος ἐποίει Ἀρτέμιδι Βολοσίᾳ.” οὕτω γὰρ τὴν Εἰλείθυιαν ἐν τοῖς ἄνω χρόνοις ἐκάλουν, ἐπεὶ καὶ βολὰς τὰς ὠδῖνας ὠνόμαζον. ἐμοὶ δὲ αὖθις ὅθενπερ ἐξέβην ἰτέον.
其开头写道:“廷尼科斯造,奉献于博洛西亚·阿耳忒弥斯。”盖因昔日之人如此称呼厄勒梯亚,盖因他们亦将分娩之痛称为“掷击”。然而我必须重回先前离题之处。
Ἐπειδὴ ἐς τὴν Κέρκυραν οὗτος ὁ Γότθων στόλος ἀφίκετο, αὐτήν τε ἦγον καὶ ἔφερον ἐξ ἐπιδρομῆς καὶ ὅσαι ἄλλαι αὐτῇ νῆσοι ἐπίκεινται, αἳ Συβόται καλοῦνται· διαβάντες δὲ καὶ εἰς τὴν ἤπειρον ἐξαπιναίως ἅπαντα ἐληΐζοντο τὰ ἀμφὶ Δωδώνην χωρία καὶ διαφερόντως Νικόπολίν τε καὶ Ἀγχίαλον, οὗ δὴ Ἀγχίσην, τὸν Αἰνείου πατέρα, ἐξ Ἰλίου ἁλούσης ξὺν τῷ παιδὶ πλέοντά φασιν οἱ ἐπιχώριοι ἐξ ἀνθρώπων ἀφανισθῆναι καὶ τὴν ἐπωνυμίαν τῷ χωρίῳ δοῦναι.
当哥特人的这支舰队抵达克基拉时,他们发起突袭,烧杀劫掠了该岛及其邻近的所有其他岛屿,那些岛屿被称为叙波塔;他们又突袭渡往大陆,劫掠了多多纳周围的全部地方,尤其是尼科波利斯和安基阿罗斯;据当地居民相传,埃涅阿斯的父亲安喀塞斯在伊利昂陷落后同其子泛舟航行,便是在此处与世长辞,并将名字赋予了该地。
περιιόντες δὲ τὴν παραλίαν ὅλην καὶ ναυσὶ Ῥωμαίων ἐντυχόντες πολλαῖς αὐτοῖς φορτίοις3 ἁπάσας εἷλον. ἐν ταῖς εἶναι ξυνέβη καὶ τῶν νηῶν τινὰς αἳ τῇ Ναρσοῦ στρατιᾷ ἐκ τῆς Ἑλλάδος τὰ ἐπιτήδεια ἔφερον. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
他们巡弋整个海岸,遭遇了许多罗马船只,将其连同货物尽数截获。在这些船只中,恰好包括若干正从希腊为纳尔塞斯的军队运送给养的补给船。这些事情大体便是如此发生的。
- 8.22.18οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε
动词 ἔσχε(ἔχω 的不定过去时)接不定式 ἐργάζεσθαι,构成表能力的用法(“得以/能够”)。οὐδὲν ἄχαρι 作为不定式的宾语或同族宾格,意为“未能做出任何有害/不快之事”。
- 8.22.21ὅσον τεκμηριοῦσθαι
限制性副词/代词 ὅσον 与不定式 τεκμηριοῦσθαι 连用,构成限制性格局(“权作推测之谈”/“在推测的限度内”),用以说明前述观点仅属推度而并非确论。
- 8.22.32αὐτοῖς φορτίοις
由 αὐτός 与名词构成的伴随与格(sociative/comitative dative),意为“连同货物一起”或“将货物也一并截获”,是古典希腊语中表示“连同……一并”的典型成语结构。
