- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.22.1-8.22.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在等待纳尔塞斯进军期间,托蒂拉将部分罗马市民与元老院成员迁回罗马并敦促其修复城池,但他们匮于资财无力为之。普罗科匹乌斯述及罗马人守护遗存的传统,并详尽记述了城中历经千百年仍完好不朽的“埃涅阿斯之船”的构造。
Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε.
当约翰在萨洛纳等待纳尔塞斯,而纳尔塞斯因匈人侵袭受阻而进军迟缓之际,托蒂拉料想纳尔塞斯的大军将至,遂采取了如下举措。
ἄλλους τε Ῥωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ῥώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας.
他将其他罗马人以及元老院的部分成员安置于罗马城内,而将余者留于坎帕尼亚。
καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ῥώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν ποταμόν.
他命他们竭尽全力整修城池,借此表明自己对先前对罗马所造成的破坏深感悔恨,盖因他曾焚毁了该城的诸多处所,尤其是台伯河对岸一带。
οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ’ οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων1 δυνατοὶ ἦσαν μεταποιεῖσθαι.
然而,这些人沦于俘虏般的境地,又被剥夺了一切资财,莫说是公共事务,便是连属于自身的私产亦无力顾及。
Καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ῥωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειν τε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ῥώμῃ τοῦ παλαιοῦ κόσμου.
然而,在我们所知的一切民族之中,罗马人格外热爱乡土,并倾力维护和保全所有祖传遗存,务使罗马昔日的荣光毫无泯灭。
οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάς τε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόν τε ἦν χρόνῳ τε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δι’ ἀρετὴν τῶν πεποιημένων ἀντέχειν.
事实上,他们即便在蛮族统治下历经漫长岁月,依然保全了该城的建筑和绝大部分装饰,只要这些工事的卓越工艺足以抵御如此悠久的时间与岁月的荒废。
ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ἡ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε κεῖται, θέαμα παντελῶς ἄπιστον.
此外,在所遗存的这一民族的诸多纪念物中,甚至该城的奠基者埃涅阿斯的船只亦留存至今,堪称叹为观止的奇观。
νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθά τε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.
盖因他们在城中台伯河畔建造了一座船坞,将船安放于其中,自那时起便一直予以守护。此船究竟为何等形制,我当根据亲眼所见予以记述。
Μονήρης τε ἡ ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατόν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν2 ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι.
此船乃单层桨座战船,体型极长,长达一百二十尺,宽二十五尺,其高度亦恰足以便于划桨。
ξύλων δὲ κόλλημα οὐδὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐδὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγου τε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ.
其中全然没有任何木料拼接之痕,亦无以任何铁器机关将船只木料互相衔接;通体皆为整木构成,超乎言传与传闻,且据我们所知,仅见于此船之上。
ἥ τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόν τε καὶ διατεταμένον ἐπανιοῦσα.
盖因其龙骨乃整木所造,自船尾一端径直延伸至船头,极其巧妙地缓缓向下凹曲,继而自该处依合宜之比例重新向上延伸为平直紧绷之形。
τά τε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα (ἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέας) ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον.
至于嵌入龙骨中的所有粗木——诗人称之为底架,他人则称之为肋骨——每根皆自一侧船舷延伸至另一侧船舷。
ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τά τε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃ τε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης.
它们本身亦从两端下沉,形成极其优美的弧度,使船体呈现出极致的内凹轮廓;这或是大自然依据实用之需剪裁木料并预先吻合此种弧度,亦或是工匠以人工技艺及其他机关使肋骨之起伏造就得恰到好处。
σανίς τε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχήν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως δὴ ταῖς δοκοῖς ἐναρμοσθεῖσα τὸν τοῖχον ποιῇ.
除这些以外,每块船板皆自船尾一端延伸至船的另一端,通体为单块整木,仅为嵌入梁木以构成船身之目的而加装了铁销。
οὕτω μὲν ἡ ναῦς ἥδε πεποιημένη κρείσσω παρέχεται τοῦ λόγου τὴν ὄψιν, ἐπεὶ τῶν ἔργων τὰ πλείστῳ παραλόγῳ ξυμβαίνοντα οὐκ εὐδιήγητα τίθεται τοῖς ἀνθρώποις ἀεὶ τῶν πραγμάτων ἡ φύσις, ἀλλὰ ταῖς ἐπινοίαις τὰ ξυνειθισμένα νικῶσα καὶ τοῦ λόγου κρατεῖ.
以此种方式建造的这艘船,呈现出非言语所能尽述的景象;盖因事物的本性向来不使那些以最大奇迹展现的工程易于为凡人所道尽,反以构思征服寻常,凌驾于言辞之上。
τούτων δὲ δὴ τῶν ξύλων οὐδὲν οὔτε σέσηπεν οὔτε τι ὑποφαίνει ὡς σαπρὸν εἴη, ἀλλ’ ἀκραιφνὴς πανταχόθι οὖσα ἡ ναῦς, ὥσπερ ὑπόγυον τῷ τεχνίτῃ τῷ αὐτῆς, ὅστις ποτ’ ἦν, νεναυπηγημένη, ἔρρωται καὶ ἐς ἐμὲ θαυμαστὸν ὅσον.3 τὰ μὲν οὖν ἀμφὶ τῇ τοῦ Αἰνείου νηὶ ταύτῃ ἔχει.
在这些木料中,未曾有一块腐朽,亦无丝毫显露腐烂之迹象;整艘船各处完好无损,仿佛不久前刚由它的匠人——无论其究竟为何人——造成一般,直至我所居之世依然完好坚固得令人叹服。关于埃涅阿斯之船的事宜大体如此。
- 8.22.4μὴ ὅτι τῶν κοινῶν, ἀλλ’ οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων
习语结构“μὴ ὅτι... ἀλλ’ οὐδέ...”(“休说……,便连……亦不……”)。由 μὴ ὅτι 引出的属格短语 τῶν κοινῶν(“公共事务”)与后方由 ἀλλ’ οὐδέ 引出的 τῶν ἰδίᾳ σφίσι προσηκόντων(“属于自身的私事”)形成递进对比,两者皆作主句动词短语 δυνατοὶ ἦσαν μεταποιεῖσθαι(“有能力顾及”)所支配的属格补足语。
- 8.22.9τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν
句首的 τὸ ὕψος(“就高度而言”)与前文的 μῆκος、εὖρος 一样作限定宾格(关系宾格),系动词 ἐστὶν 的语法主语仍为前文的阴性名词 ἡ ναῦς(“船”),故表语指示词 τοσαύτη 采用阴性主格形式,整句意为“就高度而言,它〔这艘船〕有这般大小,以致……”。
- 8.22.16θαυμαστὸν ὅσον
副词性习语短语,意为“令人惊叹地”、“极其”。源自省略系动词的关系从句 θαυμαστόν [ἐστιν] ὅσον(“其程度实属惊人”),在此作状语修饰前方的动词 ἔρρωται(“保持坚固/完好”)。
