- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.21.1-8.21.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科皮乌斯转回哥特战争的记述,阐述了查士丁尼皇帝为何任用宦官纳尔塞斯而非约翰统率全军,并记叙了昔日在罗马发生的一则预示宦官将倾覆统治者的征兆与预言。
Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. ὁ δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεύς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐδὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματοφυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν.
各地战事之情形,大体便如是发生。至于哥特战争,则如下发展。皇帝如我前文所述将贝利萨留召至拜占庭并厚加礼遇;即便在日耳曼努斯死后,他亦无意遣其前往意大利,反而任命身兼东方军统帅的他为皇家禁卫军长官,将其留在都城。
ἦν τε τῷ ἀξιώματι πρῶτος ὁ Βελισάριος Ῥωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοί τε ἐς πατρικίους γεγόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν ὑπάτων τὸν δίφρον.
贝利萨留之尊荣在所有罗马人中位列第一,尽管他们中有些人更早被录入贵族之列并登上了执政官的宝座。
ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ’ αὐτοῦ δικαίωμα περιβάλλεσθαι.
然而即便如此,所有人都将首位谦让于他,因耻于动用律法对抗美德,以及自恃源于律法的特权。
ταῦτά τε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοί τε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄπρακτοι ἔμενον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
此情此景深得皇帝悦纳。此时,维塔利安的侄子约翰在萨洛纳过冬。意大利的罗马军队因在此期间等待着他而按兵不动。冬日渐尽,普罗科皮乌斯所记述的这场哥特战争的第十六年亦告结束。
Τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνων τε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαν τε καὶ Γότθους.
次年,约翰意欲自萨洛纳拔营,尽快率军进攻托蒂拉与哥特人。
βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν.
然而皇帝阻止了他,命其留驻原地,直至宦官纳尔塞斯抵达;盖因皇帝已决意任用纳尔塞斯统帅全军以经略此战。
ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη1 διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε· βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν· ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω.
至于皇帝何以决意如此,世人皆未能明晓;盖因君王之谋划,非其自愿披露则断难查知;但人们基于推测所言之事,我当予以说明。
ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι.
查士丁尼皇帝心生一念,认为罗马军队的其他将领绝不甘心听命于约翰,盖因他们自认在品级上绝不逊色于他。
καὶ ἀπ’ αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἢ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα.
由此他担忧将领们或因意旨乖违,或因嫉妒而阳奉阴违,以致战局陷入混乱。
Ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ῥωμαίου ἀνδρός, ἡνίκα ἐπὶ Ῥώμης διατριβὴν εἶχον· ἦν δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς.
当我在罗马逗留之际,亦曾听闻一名罗马男子讲述如下传闻;此人乃元老院成员之一。
ἔλεγεν οὖν ὁ Ῥωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ῥώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς ἣν Φόρον Εἰρήνης καλοῦσι Ῥωμαῖοι· ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον.
据这位罗马人所言,昔日狄奥多里克的外孙阿塔拉里克统治意大利之时,约在那段时日近黄昏之际,一队牛群自乡野进入罗马,穿过罗马人称为和平广场的市集;盖因在古时遭雷击摧毁的和平神殿便坐落于该处附近。在此广场前方有一座古泉,泉上矗立着一头青铜公牛,依我之见,当属雅典人菲迪亚斯或吕西波斯之手笔。
ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον·2 τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα.
盖因该地有许多雕像皆为此二人之作。此处尚有菲迪亚斯的另一件作品;因雕像上的铭文正是如此记载。
ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ῥωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ῥώμης ποιήσασθαι.
米隆所造的小母牛亦在此处。盖因昔日的罗马人极为用心,将全希腊一切极美之珍宝皆化为罗马之饰。
ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι.
据他所言,彼时途经的一头去势公牛脱离了牛群,跃上这眼泉水,站立在青铜公牛之上。
τύχῃ δέ τινι παριόντα τινά, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι ʽεἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοἰ ὡς εὐνοῦχός ποτε καταλύσει τὸν ἄρχοντα Ῥώμης.
碰巧一位路经此地的托斯卡纳人——观其形容甚为粗鄙——参悟此象,便言道(盖因托斯卡纳人直至我所居之世仍精于占卜):有朝一日必有宦官倾覆罗马之统治者。
καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παρ’ αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστόν,3 ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι.
彼时那托斯卡纳人及其言辞遭人嗤笑。盖因在亲历验证之前,世人向来惯于嘲弄预言;由于事尚未成,关于此事的传言亦不足采信,反而形同荒诞神话,故无实证之折服足以阻遏世人之讥嘲。
Νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο ʽτοῖς ἀποβεβηκόσιν ὑποχωροῦντεσ̓ θαυμάζουσι.
然而如今,面对既成事实,众人莫不对此征兆叹为观止。
καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης.
或许正因如此,纳尔塞斯得以统军征讨托蒂拉,此或由于皇帝之明断暗合天机,亦或因命运之播弄冥冥中主导了合宜之举。
ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο.
纳尔塞斯自皇帝处领受大军与重金后便启程进发。
ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε.
然而,当他率部行至色雷斯腹地时,由于去路受阻,在腓力波利斯滞留了一段时日。
στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ῥωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.
盖因一支匈人军队突袭罗马帝国疆域,在无人抵抗之下劫掠一切。及至部分匈人转向帖撒罗尼迦,其余转向拜占庭进发之时,纳尔塞斯方勉强脱身,继续向前挺进。
- 8.21.7ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη
此处使用了分词βουλομένῳ与人称与格(βασιλεῖ)连用的习惯句式,意为“合乎皇帝心意/为皇帝所愿”。由ὅτου...ἕνεκα引导的间接疑问句中使用了祈愿语气εἴη。
- 8.21.13οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον
由关系副词οὗ(意为“在彼处”)引导的省略句,省略了存在动词ἔστι,接续前文对两位雕刻家的提及,意为“此处亦有菲迪亚斯的另一件作品”。
- 8.21.17οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστόν
前半部分为属格独立结构(οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου,“验证并未遏阻他们”)。后半部分是由τῷ引导的冠词不定式与格表示原因,由μήτε...μήτε并列支配两个“宾格加不定式”结构,说明实证之所以未能起阻遏作用的原因。
