- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.20.45-8.20.58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了布里提亚长垣以西险恶致命的环境,并转述了大陆沿岸居民于夜间操舟渡送亡灵至该岛的传说。
ἀλλὰ καὶ ὕδασιν ἡ χώρα ἐναβρυνομένη διαρκῶς φαίνεται. πρὸς δύοντα δὲ πᾶν τοὐναντίον, ὥστε ἀμέλει ἀνθρώπῳ μὲν οὐδὲ ἡμιώριον δυνατόν ἐστιν ἐνταῦθα βιῶναι, ἔχις δὲ καὶ ὄφεις ἀνάριθμοι καὶ ἄλλων θηρίων παντοδαπὰ γένη διακεκλήρωται τὸν χῶρον ἐκεῖνον.1
不仅如此,该地似乎始终丰沛于水源。然而在朝向日落的一侧,情形则完全相反,以致于人在那里哪怕生活半个小时也是绝无可能的;无数的蝰蛇、巨蛇以及其他各类猛兽占据了那片土地。
καί, τὸ δὴ παραλογώτατον, οἱ ἐπιχώριοι λέγουσιν ὡς, εἴ τις ἄνθρωπος τὸ τεῖχος ἀμείψας ἐπὶ θάτερα ἴοι, εὐθυωρὸν θνήσκει, τὸ λοιμῶδες τῶν ἐκείνῃ ἀέρων ὡς ἥκιστα φέρων, τοῖς τε θηρίοις ἐνθάδε ἰοῦσιν ὁ θάνατος εὐθὺς ὑπαντιάζων ἐκδέχεται.
更令人称奇的是,当地人说,假若有人越过长垣前往另一侧,他便会因完全无法忍受彼处空气的毒害而即刻丧命;而若有野兽来到这一侧,死亡亦会立时迎面降临于其身。
Ἐνταῦθα δέ μοι γενομένῳ τῆς ἱστορίας ἐπάναγκές ἐστι λόγου μυθολογίᾳ ἐμφερεστάτου ἐπιμνησθῆναι, ὃς δή μοι οὔτε πιστὸς τὸ παράπαν ἔδοξεν εἶναι, καίπερ ἀεὶ πρὸς ἀνδρῶν ἐκφερόμενος ἀναρίθμων οἳ δὴ τῶν μὲν πρασσομένων αὐτουργοί, τῶν δὲ λόγων αὐτήκοοι ἰσχυρίζοντο γεγονέναι, οὔτε παριτέος παντάπασιν, ὡς μὴ τά γε ἀμφὶ Βριττίᾳ τῇ νήσῳ ἀναγραφόμενος ἀγνοίας τινὸς τῶν τῇδε ξυμβαινόντων διηνεκῶς ἀπενέγκωμαι δόξαν.
叙述至此,我不得不提及一段极似神话的传说。这传说对我而言虽绝不可信,尽管无数亲口声称自己亲身经历其事、亲耳得闻其言的人不断讲述它;但我亦绝不可将其全盘略去,免得在记述关于布里提亚岛之事时,使自己永远担上对当地所发生之事茫然无知的名声。
Λέγουσιν οὖν τὰς τῶν ἀποβιούντων ἀνθρώπων ψυχὰς ἐς τοῦτο ἀεὶ διακομίζεσθαι τὸ χωρίον. ὅντινα δὲ τρόπον, αὐτίκα δηλώσω, σπουδαιότατα μὲν ἀπαγγελλόντων ἀκηκοὼς πολλάκις τῶν τῇδε ἀνθρώπων, ἐς ὀνείρων δέ τινα δύναμιν ἀποκεκρίσθαι νενομικὼς τὰ θρυλλούμενα.2
他们说,亡故之人的灵魂总是被运送至此地。至于其运送的方式,我随即予以说明,虽然我曾多次听闻当地人极其郑重其事地讲述,但我自认这些传闻实应归因于某种梦幻之效力。
παρὰ τὴν ἀκτὴν τοῦ κατὰ τὴν Βριττίαν Ὠκεανοῦ νῆσον κώμας παμπληθεῖς ξυμβαίνει εἶναι. οἰκοῦσι δὲ αὐτὰς ἄνθρωποι σαγηνεύοντές τε καὶ γῆν γεωργοῦντες καὶ ἐπ’ ἐμπορίαν ναυτιλλόμενοι ἐς τήνδε τὴν νῆσον, τὰ μὲν ἄλλα Φράγγων κατήκοοι ὄντες, φόρου μέντοι ἀπαγωγὴν οὐπώποτε παρασχόμενοι, ὑφειμένου αὐτοῖς ἐκ παλαιοῦ τοῦδε τοῦ ἄχθους, ὑπουργίας τινός, ὥς φασιν, ἕνεκα, ἥ μοι ἐν τῷ παρόντι λελέξεται.
在面朝布里提亚岛的大洋海岸边,散落着极多的村落。居住其中的人们以拖网捕鱼,耕种土地,并航行至该岛从事贸易;在其他方面,他们虽臣服于法兰克人,却从未缴纳过贡税,盖因如他们所言,由于一项特殊的役务,这一重负自古便被予以免除,而该役务我将在下文予以叙述。
Λέγουσιν οἱ ταύτῃ ἄνθρωποι ἐκ περιτροπῆς ἐπικεῖσθαι τὰς τῶν ψυχῶν παραπομπὰς σφίσιν. ὅσοις οὖν τῇ ἐπιγενησομένῃ νυκτὶ ἐς τὸ ἐπιτήδευμα τοῦτο τῇ τῆς ὑπουργίας διαδοχῇ ἰτέον ἐστίν, οὗτοι δή, ἐπειδὰν τάχιστα ξυσκοτάζῃ, ἐς τὰς οἰκίας τὰς αὑτῶν ἀναχωροῦντες καθεύδουσι, προσδεχόμενοι τὸν συναγωγέα τοῦ πράγματος.
此地居民说,引渡灵魂的差事轮流落于他们肩头。凡按役务的交接应在随后的夜晚从事此役之人,一俟天色昏暗,便退回自己的屋中安歇,等待着该事务召集者的到来。
ἀωρὶ δὲ τῶν νυκτῶν τῶν μὲν θυρῶν σφίσιν ἀρασσομένων αἰσθάνονται, φωνῆς δέ τινος ἀφανοῦς ἐπαΐουσιν ἐπὶ τὸ ἔργον αὐτοὺς ξυγκαλούσης.
及至深夜,他们察觉自家的门扉被剧烈敲击,并听见一种看不见的声音召唤他们前去劳作。
αὐτοί τε ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν στρωμάτων ἐξανιστάμενοι ἐπὶ τὴν ἠϊόνα βαδίζουσιν, οὐ ξυνιέντες μὲν ὁποία ποτὲ ἀνάγκη αὐτοὺς ἐς τοῦτο ἐνάγει, ἀλλ’ ὅμως ἀναγκαζόμενοι.
他们毫无迟疑地自床榻起身,步向海滩,虽不明白究竟是何种必然驱使他们行此之事,却仍然不得不从。
ἐνταῦθα δὲ ἀκάτους παρεσκευασμένας ὁρῶσιν ἐρήμους τὸ παράπαν ἀνθρώπων, οὐ τὰς σφετέρας μέντοι, ἀλλ’ ἑτέρας τινάς, ἐς ἃς δὴ ἐσβάντες τῶν κωπῶν ἅπτονται.
在彼处,他们见到早已备好的小船,船中空无一人;那并非他们自己的船,而是另外一些船只;他们登上这些船,便操起船桨。
καὶ τῶν βάρεων αἰσθάνονται ἀχθομένων μὲν ἐπιβατῶν πλήθει, ἄχρι δὲ ἐς σανίδας τε ἄκρας καὶ τῶν κωπῶν τὴν χώραν τῷ ῥοθίῳ βεβαπτισμένων, ἀποδεουσῶν τε τοῦ ὕδατος ὅσον οὐδὲ δάκτυλον ἕνα,3 αὐτοὶ μέντοι οὐδένα θεῶνται, ἀλλὰ καὶ μίαν ἐρέσσοντες ὥραν ἐς τὴν Βριττίαν καταίρουσι.
他们感知到船只因乘客众多而沉重不堪,在浪涛中一直淹没至最顶层的板木与桨座处,距离水面甚至不足一指之距;然而他们自己却什么人也看不见。尽管如此,他们仅划桨一个小时便抵拢布里提亚岛。
καίτοι ταῖς ἀκάτοις ἡνίκα ταῖς αὑτῶν ἰδίαις ναυτίλλονται, οὐχ ἱστίοις χρώμενοι, ἀλλ’ ἐρέσσοντες, ἐς νύκτα τε καὶ ἡμέραν μόλις ἐνταῦθα διαπορθμεύονται. ἐς τὴν νῆσον δὲ καταπλεύσαντες ἀποφορτιζόμενοι ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, τῶν βάρεων σφίσι κούφων γινομένων ἐκ τοῦ αἰφνιδίου κἀκ τοῦ ῥοθίου ἐπαιρομένων ἔν τε τῷ ὕδατι καταδυομένων οὐδέν τι ἄλλο, πλήν γε ὅσα ἐς τὴν τρόπιν αὐτήν.
然而,每当他们乘坐自己的私船航行时,不用风帆而以划桨前行,历时一昼一夜才勉强渡至彼处。在泊岸该岛卸下载物后,他们即刻离去,其船只在他们眼中顿显轻盈,自浪涛中升起,除了龙骨本身之外,船身再无任何部位沉入水中。
Καὶ αὐτοὶ μὲν ἀνθρώπων οὐδένα ὁρῶσιν οὔτε ξυμπλέοντα οὔτε ἀπαλλασσόμενον τῆς νηός, φωνῆς δὲ ἀκούειν τινὸς ἐνθένδε φασὶ τοῖς ὑποδεχομένοις ἀπαγγέλλειν δοκούσης πρὸς ὄνομα τῶν συμπεπλευκότων αὐτοῖς ἕκαστον, τά τε ἀξιώματα ἐπιλεγούσης οἷς πρώην ἐχρῶντο καὶ πατρόθεν αὐτοὺς ἀνακαλούσης.
他们自己既未见有人与他们同舟航行,亦未见有人离船离去;但他们说能听见自那里传来某种声音,似乎正在向接应者通报与他们同舟渡海的每一位乘者的名字,列举他们生前所享有的官阶尊荣,并依其父系的名号呼唤他们。
ἢν δὲ καὶ γυναῖκες ξυνδιαπορθμευσάμεναι αὐτοῖς τύχωσι, τῶν ἀνδρῶν ἀποστοματίζουσι τὰ ὀνόματα οἷσπερ ξυνοικοῦσαι ἐβίων.
若巧逢有妇人与他们一同渡海,便会报出她们生前共居的夫君之名。
ταῦτα μὲν οὖν οἱ τῇδε ἄνθρωποι ξυμβαίνειν φασίν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
当地人所言发生之事大抵如此。而我将重新回到先前的叙述之中。
- 8.20.45διακεκλήρωται τὸν χῶρον ἐκεῖνον
动词 διακληρόω 为完成时中动态第三人称单数,因受紧邻的中性复数主语 γένη 牵引而用单数(虽然前有阳性复数主语)。其中动态意为“为自己分得/占为己有”,后接直接宾语宾格 τὸν χῶρον ἐκεῖνον。
- 8.20.48ἐς ὀνείρων δέ τινα δύναμιν ἀποκεκρίσθαι νενομικὼς τὰ θρυλλούμενα
此句为接在分词 νενομικώς 后的宾格加不定式结构,τὰ θρυλλούμενα 为宾格主语,ἀποκεκρίσθαι 为完成时中被动态不定式。结合介词短语 ἐς... δύναμιν,表示作者判定“这些风传之事已被归入/分派至梦境的效力之中”。
- 8.20.54ἀποδεουσῶν τε τοῦ ὕδατος ὅσον οὐδὲ δάκτυλον ἕνα
分词 ἀποδέω(缺少、距离)支配分离或比较属格(τοῦ ὕδατος),并与表示度量或距离的宾格短语 ὅσον οὐδὲ δάκτυλον ἕνα(甚至不足一指之宽)连用,精确描摹出船缘下沉至几乎与水面持平的状态。
