- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.20.30-8.20.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布里提亚公主率军击溃瓦尔尼人并生擒拉迪吉斯,拉迪吉斯同意履行婚约与其成婚;随后作者转而记述布里提亚岛的长垣及其两侧迥异的气候风物。
εἰ δέ ποτε αὐτῶν τισὶν ἐπὶ πρεσβείᾳ ἢ ἄλλου του ἕνεκα Ῥωμαίοις ἢ Φράγγοις ἢ ἄλλῳ τῳ ἵππους ἔχοντι ἐπιχωριάσασθαι ξυμβαίη, ἐνταῦθά τε ἵπποις ὀχεῖσθαι αὐτοῖς ἐπάναγκες εἴη, ἀναθρώσκειν μὲν ἐπ’ αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν,1 ἕτεροι δὲ αὐτοὺς μετεωρίζοντες ἄνθρωποι ἐπὶ τοὺς ἵππους ἀναβιβάζουσιν, ἀπαλλάσσεσθαί τε βουλομένους ἐνθένδε αὖθις αἴροντες ἐπὶ τῆς γῆς κατατίθενται.
倘若他们之中有人因出使或因其他缘由,恰巧前往罗马人、法兰克人或任何蓄马之人的土地,而必须在彼处骑乘马匹,他们无论如何也无法自行纵身跃上马背,而是需要其他人将他们抱起举到马上;当他们想要自马背下来时,旁人再次将他们抱起并放置于地上。
οὐ μὴν οὐδὲ Οὔαρνοι ἱππόται εἰσίν, ἀλλὰ πεζοὶ καὶ αὐτοὶ ἅπαντες. οὗτοι μὲν οὖν οἱ βάρβαροι τοιοίδε εἰσί. περίνεως δὲ οὐκ ἦν ἐν τούτῳ τῷ στόλῳ, ἀλλ’ αὐτερέται πάντες. οὐδὲ ἱστία τούτοις δὴ τοῖς νησιώταις τυγχάνει ὄντα, ἀλλ’ ἐρέσσοντες ἀεὶ ναυτίλλονται μόνον.
事实上,瓦尔尼人亦非骑兵,他们全数皆为步兵。这些蛮族大抵便是如此。此外,在这支舰队中并无不划桨的闲散乘客,全员皆亲自操桨。这些海岛人亦不曾拥有风帆,始终仅凭划桨航行。
Ἐπειδὴ δὲ κατέπλευσαν εἰς τὴν ἤπειρον, παρθένος μὲν ἥπερ αὐτῶν ἦρχε, χαράκωμα ἐχυρὸν πηξαμένη παρ’ αὐτὴν μάλιστα τὴν ἐκβολὴν ποταμοῦ Ῥήνου, ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔμενε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ τὸν ἀδελφὸν ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι κελεύει.
当他们登上海岸大陆时,统领他们的少女在紧靠莱茵河入海口之处筑起坚固的木堡栅栏,率领少数人留驻彼处,命其兄弟率领其余全体军队进逼敌军。
ἐστρατοπεδεύοντο δὲ Οὔαρνοι τότε τῆς τε Ὠκεανοῦ ἠϊόνος καὶ Ῥήνου ἐκβολῆς οὐ πολλῷ ἄποθεν. οὗ δὴ ἀφικομένων κατὰ τάχος Ἀγγίλων ξυνέμιξαν μὲν ἀμφότεροι ἐς χεῖρας ἀλλήλοις, ἡσσῶνται δὲ κατὰ κράτος Οὔαρνοι.
其时,瓦尔尼人正扎营于距离大洋之滨与莱茵河口不远之处。及至盎格鲁人急速赶抵彼处,双方遂短兵相接,瓦尔尼人一败涂地。
καὶ αὐτῶν πίπτουσι μὲν πολλοὶ ἐν τούτῳ τῷ πόνῳ, οἱ λοιποὶ δὲ ξὺν τῷ βασιλεῖ ἐς ὑπαγωγὴν τρέπονται ἅπαντες, οἵ τε Ἀγγίλοι τὴν δίωξιν ἐπ’ αὐτοὺς δι’ ὀλίγου πεποιημένοι, ᾗ θέμις πεζοῖς, ἐς τὸ στρατόπεδον ἀπεχώρησαν.
在此役中瓦尔尼人死伤甚众,余众皆随国王遁入溃退之中;而盎格鲁人仅短距离追击,一如步兵之常规,便撤回了营地。
οὕσπερ ἐκάκιζεν ἐπανήκοντας ἐς αὐτὴν ἡ παρθένος, τῷ τε ἀδελφῷ ἐλοιδορεῖτο πικρότατα, οὐδὲν τῇ στρατιᾷ λόγου ἄξιον ἰσχυριζομένη πεπρᾶχθαι, ἐπεὶ μὴ ἀγάγοιεν2 αὐτῇ ζῶντα Ῥάδιγιν.
少女见他们返回她那里便出言斥责,并极严厉地责骂其兄弟,坚称大军未建寸功,因他们未能将活着的拉迪吉斯带回其面前。
Καὶ αὐτῶν ἀπολεξαμένη τοὺς μάλιστα μαχιμωτάτους εὐθὺς ἔστειλεν, ἀπαγγείλασα δορυάλωτον ἀγαγεῖν τὸν ἄνδρα μηχανῇ πάσῃ.
她随即自军中选拔出最骁勇善战之士派出,传令务必想尽一切办法将此人生擒活捉。
οἱ δὲ τὴν αὐτῆς ἐπιτελοῦντες ἐπίταξιν περιήρχοντο διερευνώμενοι ξύμπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐκείνῃ χωρία, ἕως ἐν ὕλῃ ἀμφιλαφεῖ κρυπτόμενον Ῥάδιγιν εὗρον· δήσαντές τε αὐτὸν τῇ παιδὶ ἀπεκόμισαν.
这些兵士奉其指令,彻底周密地搜查彼处的一切地方,直至在一处茂密的树林中觅得藏匿其中的拉迪吉斯;他们将他捆缚,押解回少女案前。
καὶ ὁ μὲν αὐτῆς ἐν ὀφθαλμοῖς εἱστήκει, τρέμων τε καὶ τεθνήξεσθαι αὐτίκα δὴ μάλα ὑποτοπάζων θανάτῳ οἰκτίστῳ· ἡ δὲ αὐτὸν ἐκ τοῦ παραδόξου οὔτε ἀπέκτεινεν οὔτε τι ἄλλο ἄχαρι ἔδρασεν, ἀλλὰ ὀνειδίσασα τὴν ἐς αὐτὴν ὕβριν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα ἠλογηκὼς τὰ ξυγκείμενα ἑτέρᾳ γυναικὶ ἐς εὐνὴν ξυνέλθοι, καὶ ταῦτα οὐ πεπορνευμένης αὐτῷ τῆς μνηστῆς.3
他立于她的眼前,浑身战栗,料定自己顷刻间便将惨死;然而少女出人意料地既未杀害他,亦未施以任何虐待,反而在痛斥他施加于己的侮辱之后,向这男子质问:他究竟为何弃绝前约而与另一女子同榻而眠,况且未婚妻于他而言并未有任何失贞之举。
καὶ ὃς τὴν αἰτίαν ἀπολογούμενος τὰς τοῦ πατρὸς ἐντολὰς καὶ τὴν τῶν ἀρχομένων σπουδὴν προὔφερεν, ἱκεσίους τε προὐτείνετο λόγους καὶ λιταῖς ἀνέμισγε τὴν ἀπολογίαν πολλαῖς, ἐς τὴν ἀνάγκην ἀναφέρων τὸ ἔγκλημα.
男子为己罪责辩解,搬出其父的遗命与臣民的敦请,言辞恳切地陈词告饶,在辩解中夹杂着诸多祈求,将罪责归咎于无可奈何的逼迫。
βουλομένῃ τε αὐτῇ ξυνοικισθήσεσθαι ὡμολόγει καὶ τὰ οὐκ ἐν δίκῃ τὸ πρότερόν οἱ αὐτῷ πεπραγμένα τοῖς ἐπιγενησομένοις ἰάσεσθαι.
他允诺若她有意愿,便与她完婚,并以日后之举弥补此前自己不义之所为。
ἐπεὶ δὲ τὴν παῖδα ταῦτα ἤρεσκε, τῶν τε δεσμῶν ἀφεῖτο Ῥάδιγις τῆς τε ἄλλης φιλοφροσύνης ἠξίωτο, ἀποπέμπεται μὲν τὴν Θευδιβέρτου εὐθὺς ἀδελφήν, τὴν δὲ Βριττίαν ἐγήματο. ταῦτα μὲν τῇδε κεχώρηκεν.
少女对此表示满意,拉迪吉斯遂被解去绳索,并享有一切款待;他随即退还了提乌德贝尔特的姊妹,迎娶了这位布里提亚女子。此事之始末大致如此。
Ἐν ταύτῃ δὲ τῇ Βριττίᾳ νήσῳ τεῖχος ἐδείμαντο μακρὸν οἱ πάλαι ἄνθρωποι, δίχα τέμνον αὐτῆς πολλήν τινα μοῖραν· τοῦ δὲ τείχους ὅ τε ἀὴρ καὶ ἡ γῆ καὶ τὰ ἄλλα πάντα οὐχ ὁμοίως ἐφ’ ἑκάτερά ἐστι.
在布里提亚这片岛屿上,古时的人们曾筑起一道长垣,将该岛的很大一部分割裂为二;长垣两侧的气候、土地及一切风物皆截然不同。
τὰ μὲν γὰρ τοῦ τείχους πρὸς ἀνίσχοντα ἥλιον εὐεξία τε ἀέρων ἐστὶ συμμεταβαλλομένη ταῖς ὥραις, θέρους μὲν μετρίως ἀλεεινή, ψυχεινὴ δὲ χειμῶνος· καὶ ἄνθρωποι μὲν πολλοὶ ᾤκηνται κατὰ ταὐτὰ βιοτεύοντες τοῖς ἄλλοις ἀνθρώποις, τά τε δένδρα καρποῖς ʽἐν ἐπιτηδείῳ γινομένοις ὡραίοισ̓ ἀνθεῖ, τά τε λήϊα τῶν ἄλλων οὐδὲν καταδεέστερον τέθηλεν·
盖因长垣朝向朝日升起的一侧,气候宜人,随四时而更替,夏日温煦适度,冬日凉爽;彼处聚居着众多居民,其生活起居与常人无异,林木繁花盛开,于适当时节结出时令果实,庄稼之丰稔丝毫不逊于他乡;
- 8.20.30ἀναθρώσκειν μὲν ἐπ’ αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν
动词 ἔχω 接不定式(ἀναθρώσκειν)表示能力(“能够跃上”)。其主语指代前文出使岛外的海岛人,与后文分句的主语 ἕτεροι ... ἄνθρωποι(“其他人”)形成对比呼应。
- 8.20.35ἐπεὶ μὴ ἀγάγοιεν
表示原因的连词 ἐπεί 搭配斜法希求式(ἀγάγοιεν)以及否定词 μή,用以引述说话者(少女)的主观见解或指责内容(即“因为他们未能带来”),而非叙述客观事实。
- 8.20.38καὶ ταῦτα οὐ πεπορνευμένης αὐτῷ τῆς μνηστῆς
惯用短语 καὶ ταῦτα(“而且、况且”)后接属格独立结构(οὐ πεπορνευμένης ... τῆς μνηστῆς),构成具有让步或伴随语气的从属表述(“况且未婚妻并未对他失贞”)。其中的与格 αὐτῷ 充当关联与格。
