- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.20.16-8.20.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
赫尔梅吉斯克卢斯临终前嘱咐其子拉迪吉斯迎娶继母以结好法兰克人,随后去世。被悔婚而蒙羞的布里提亚公主率领庞大军队出征瓦尔尼人以图复仇。
ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτοπάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενός τε καὶ θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε,1 πρὸς δὲ καὶ ὁ παῖς ἀνυμέναιός τε καὶ ἄνυμφος ἔτι νῦν ἐστί, φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτήν, ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε.
但如今,既然我料定自己不久便将辞世,且就此妇而言我又无儿无女,加之吾儿至今尚未成婚配偶,那么且容我将我的心愿告知你们;若你们认为并无不妥,则待我一走到生命尽头,你们便顺遂天意将之确立并付诸施行。
οἶμαι τοίνυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους μᾶλλον ἢ ἐς τοὺς νησιώτας ποιεῖσθαι.
依我之见,瓦尔尼人与法兰克人结亲,远比与海岛人联姻更有裨益。
Βρίττιοι μὲν γὰρ οὐδὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοί τέ εἰσιν, ὅτι μὴ ὀψέ τε καὶ μόλις· Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ μόνον τοῦ Ῥήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προχείρῳ ἔχειν2 εὖ ποιεῖν τε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα ἂν αὐτοῖς βουλομένοις εἴη·
因为布里提亚人若非经久迁延且历尽艰辛,甚至无法与你们交往;而瓦尔尼人与法兰克人之间仅隔着莱茵河的这一汪碧水,以至于他们作为你们最近的邻人,且势力已然如日中天,只要心意所至,随时便能厚待你们亦或侵害你们。
λυμανοῦνται δὲ πάντως. ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοιμοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας.
而除非姻亲成为他们的羁绊,否则他们必将施加侵害。盖因邻人过于强盛的力量天然便会成为世人的沉重负担,且极易滋生不义;盖因强大的邻人对于毫无过犯的近旁部族,极易罗织出开战的借口。
ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ παιδὸς τοῦδε νησιῶτις μνηστή, χρήματα πάντα ὅσα παρ’ ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε τῆς ὕβρεως ἀπενεγκαμένη μισθόν, ᾗ νόμος ἀνθρώπων ὁ κοινὸς βούλεται· Ῥάδιγις δὲ ὁ παῖς ξυνοικιζέσθω τῇ μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ ὁ πάτριος ἡμῖν ἐφίησι νόμος.”
因此,既然情势如此,便由你们出面辞退此儿的海岛未婚妻,并依照人世共通之常法,容她带走因婚约由我们处所得的一切钱财,作为蒙受此等羞辱的赔偿;而吾儿拉迪吉斯此后当与他的继母成婚,一如我们的祖法所准许的那样。”
Ὁ μὲν ταῦτα εἰπὼν τῇ τεσσαρακοστῇ ἀπὸ τῆς προρρήσεως ἡμέρᾳ νοσήσας τὴν πεπρωμένην ἀνέπλησεν. ὁ δὲ τοῦ Ἑρμεγίσκλου υἱός, Οὐάρνων τὴν βασιλείαν παραλαβών, γνώμῃ τῶν ἐν βαρβάροις τοῖσδε λογίμων ἀνδρῶν ἐπιτελῆ ἐποίει τὴν τοῦ τετελευτηκότος βουλὴν καὶ τὸν γάμον αὐτίκα τῇ μνηστῇ ἀπειπὼν τῇ μητρυιᾷ ξυνοικίζεται.
他说完这番话,便在预言后的第四十天染疾身亡,走完了注定的寿数。赫尔梅吉斯克卢斯之子接掌了瓦尔尼人的王权,依循这群蛮族中显要人物的主张,践行了亡者的遗计,即刻退绝了与未婚妻的婚约,与继母成婚。
ἐπειδὴ δὲ ταῦτα ἡ τοῦ Ῥαδίγιδος μνηστὴ ἔμαθεν, οὐκ ἐνεγκοῦσα τὴν τοῦ πράγματος συμφοράν, τίσασθαι αὐτὸν τῆς εἰς αὐτὴν ὕβρεως ὥρμητο.
当拉迪吉斯的未婚妻获悉此事,不堪承受此事的奇耻大辱,遂决意就他施加于己的侮辱施以复仇。
τίμιον γὰρ οὕτω τοῖς ἐκείνῃ βαρβάροις σωφροσύνη νομίζεται εἶναι, ὥστε δὴ μόνου παρ’ αὐτοῖς ξυντετυχηκότος ὀνόματος γάμου, μὴ ἐπιγενομένου τοῦ ἔργου,3 δοκεῖ πεπορνεῦσθαι γυνή.
因为贞操在彼方蛮族眼中被看得如此珍贵,以至于在他们那里,即便仅仅订立了婚约之名,只要未曾完婚,女子便被视为已失贞操。
τὰ μὲν οὖν πρῶτα πέμψασα πρὸς αὐτὸν ἐπὶ πρεσβεία τῶν οἱ ἐπιτηδείων τινὰς ἀνεπυνθάνετο ὅτου δὴ ὑβρίσειεν ἐς αὐτὴν ἕνεκα, οὔτε πεπορνευμένην οὔτε τι ἄλλο εἰργασμένην εἰς αὐτὸν ἄχαρι.
起初,她派遣亲信使者前往他处,质问他究竟因何故羞辱于她,因她既未失贞,亦未曾对他有任何不逊之举。
ἐπεὶ δὲ ἀνύτειν οὐδὲν ταύτῃ ἐδύνατο, τὸ ἀρρενωπὸν ἀνελομένη ἐπὶ πολέμια ἔργα ἐχώρει.
但当她发觉借此途径毫无成效时,便激发男子般的刚毅之气,投身于征伐战事之中。
Ναῦς οὖν αὐτίκα τετρακοσίας ἀγείρασα στράτευμά τε αὐταῖς ἐνθεμένη οὐχ ἧσσον ἢ μυριάδων δέκα μαχίμων ἀνδρῶν, αὐτὴ ἐξηγεῖτο ἐπὶ τοὺς Οὐάρνους τῇ στρατιᾷ ταύτῃ.
于是她即刻集结了四百艘战船,载运不少于十万的善战兵勇,亲自统领大军进逼瓦尔尼人。
ἐπήγετο δὲ καὶ τῶν ἀδελφῶν τῶν ἑαυτῆς ἕνα, ξυνδιοικησόμενον αὐτῇ τὰ παρόντα, οὐχ ὡς μέντοι τὴν βασιλείαν ἔχειν, ἀλλ’ ἔτι ἐν ἰδιώτου τελοῦντα μοίρᾳ.
她亦带上了自己的一个兄弟与她共掌眼前战务,但他并非以国王的身份,而是仍居于平民之位。
ἄλκιμοι δέ εἰσι πάντων μάλιστα βαρβάρων ὧν ἡμεῖς ἴσμεν οἱ νησιῶται οὗτοι, ἔς τε τὰς ξυμβολὰς πεζοὶ ἴασιν.
这些海岛人是我们所知一切蛮族中最英勇善战者,且徒步投入接战。
οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ’ οὐδὲ ἵππον ὅ τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει,4 ἐπεὶ ἵππον ἐν ταύτῃ τῇ νήσῳ οὐδὲ ὅσα κατ’ εἰκόνα θεῶνται· οὐ γάρ ποτε τὸ ζῷον τοῦτο ἔν γε Βριττίᾳ γεγονὸς φαίνεται.
因为他们不仅疏于骑乘之术,甚至根本不知马为何物,因为在这座岛上,他们连马的图画都未曾见过;盖因这种动物似乎从未在布里提亚繁衍过。
- 8.20.16ὅσα γε τὰ γυναικὸς τῆσδε
表示限制或观点的关系代词宾格(ὅσα)成语结构,意为“就此妇(现任妻子)而言”。该句限定了主句 εἰμὶ ἄπαις(“我无子女”),指与现任法兰克妻子未育有子嗣,从而与前妻已诞下拉迪吉斯的事实不相抵触。
- 8.20.18ὥστε αὐτοὺς ... ἐν προχείρῳ ἔχειν
由表示结果的 ὥστε 引导的带宾格的不定式结构。宾格主语 αὐτούς(法兰克人)由分词 ὄντας 和 κεχωρηκότας 加以扩展修饰,随后引出不定式 ἔχειν。短语 ἐν προχείρῳ ἔχειν 意为“信手拈来/处于随时可行的境地”,支配补足不定式 εὖ ποιεῖν 和 λυμαίνεσθαι。
- 8.20.23μὴ ἐπιγενομένου τοῦ ἔργου
带有否定词 μή 的属格独立结构。它与前文的 ξυντετυχηκότος ὀνόματος γάμου(“仅有婚姻之名分产生”)形成对比,带有假设或条件色彩,意为“若无实际行为(完婚/同房)随之发生”。
- 8.20.29οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ’ οὐδὲ ἵππον ὅ τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει
οὐχ ὅσον ... ἀλλ' οὐδέ(不仅……,甚至连……也不……)的相关并列句式。前半句中实体化的不定式 τοῦ ἱππεύεσθαι 作为宾格性属格受形容词 ἀμελέτητοι(“不熟练于……”)支配;后半句中无人称动词 ξυμβαίνει 支配与格 σφίσι 和不定式 ἐπίστασθαι,间接疑问从句 ὅ τι ποτέ ἐστιν 则作 ἐπίστασθαι 的宾语。
