← 普罗科皮乌斯

战史

§8.20.1-8.20.15

布里提亚岛志与赫尔梅吉斯克卢斯的预言

普罗科匹乌斯记述了布里提亚岛的地理与部族状况,随后叙述了瓦尔尼国王赫尔梅吉斯克卢斯根据鸟鸣预言自己死期的经过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.20.1

Κατὰ δὲ τὸν χρόνον τοῦτον τῷ τε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο ἐξ αἰτίας τοιᾶσδε.

约在此际,瓦尔尼族与定居在名为布里提亚之岛上的海岛战士之间,因如下缘由爆发了战事与冲突。

§8.20.2

Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ῥῆνον, ὅσπερ αὐτούς τε διορίζει καὶ Φράγγους καὶ τὰ ἄλλα ἔθνη ἃ ταύτῃ ἵδρυνται.

瓦尔尼人定居在伊斯特尔河以北,疆土一直延伸至北洋及莱茵河;正是这条河流将他们与法兰克人以及定居该地的其他各部族隔开。

§8.20.3

οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ῥῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ἐπὶ κοινῆς δὲ Γερμανοὶ ἐκαλοῦντο ἅπαντες.

古昔定居在莱茵河两岸的所有这些人,各自虽有独特的名称,但通常统称为日耳曼人。

§8.20.4

Βριττία δὲ ἡ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ’ ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ῥήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ Θούλης τῆς νήσου μεταξύ ἐστιν.

至于布里提亚岛,则坐落于这片大洋之上,距海岸不远,恰当莱茵河河口正对面约二百斯塔狄翁处,介于不列颠与图勒岛之间。

§8.20.5

ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἢ ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, ἃ δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον.

因为不列颠偏向西方,正对着西班牙最边远的领地,距大陆不少于四千斯塔狄翁;而布里提亚则位于高卢后方,即面朝大洋的一侧,显然处于西班牙和不列颠的北风之位。

§8.20.6

Θούλη δέ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη· Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύς τε εἷς αὐτῶν ἑκάστῳ ἐφέστηκε.

而图勒据世人所知,则坐落于北冰洋的最极边之处。不过关于不列颠与图勒的事宜,我在前文中已有述及;至于布里提亚岛,则由三个极其人丁兴旺的部族占据,各有一位国王统领他们。

§8.20.7

καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοι τε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ ὁμώνυμοι Βρίττωνες.

这些部族的名号为:盎格鲁人、弗里斯人,以及与海岛同名的布列颠人。

§8.20.8

τοσαύτη δὲ ἡ τῶνδε τῶν ἐθνῶν πολυανθρωπία φαίνεται οὖσα, ὥστε ἀνὰ πᾶν ἔτος κατὰ πολλοὺς ἐνθένδε μετανιστάμενοι ξὺν γυναιξὶ καὶ παισὶν ἐς Φράγγους χωροῦσιν.

这些部族的人丁显见如此繁茂,以至于每年都有许多人携妇将雏自彼处迁徙,投奔法兰克人。

§8.20.9

οἱ δὲ αὐτοὺς ἐνοικίζουσιν ἐς γῆς τῆς σφετέρας τὴν ἐρημοτέραν δοκοῦσαν εἶναι, καὶ ἀπ’ αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν.1

法兰克人将他们安置在己方领地中看似较为荒芜之处,并因此自称对该岛享有宗主之权。

§8.20.10

ὥστε ἀμέλει οὐ πολλῷ πρότερον ὁ Φράγγων βασιλεὺς ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς παρὰ βασιλέα Ἰουστινιανὸν ἐς Βυζάντιον στείλας ἄνδρας αὐτοῖς ἐκ τῶν Ἀγγίλων ξυνέπεμψε, φιλοτιμούμενος ὡς καὶ ἡ νῆσος ἥδε πρὸς αὐτοῦ ἄρχεται. τὰ μὲν οὖν κατὰ τὴν Βριττίαν καλουμένην νῆσον τοιαῦτά ἐστι.

以至于不久前,法兰克国王派遣亲信出使拜占庭觐见查士丁尼皇帝时,特意派遣数名盎格鲁人随行,以此夸耀该岛亦由其统治。关于名为布里提亚之岛的情形大体便是如此。

§8.20.11

Τῶν δὲ Οὐάρνων ἀνήρ τις οὐ πολλῷ πρότερον, Ἑρμεγίσκλος ὄνομα, ἦρχεν. ὅσπερ τὴν βασιλείαν κρατύνασθαι διὰ σπουδῆς ἔχων, τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Φράγγων ἄρχοντος γυναῖκα γαμετὴν ἐποιήσατο.

不久之前,有一名叫赫尔梅吉斯克卢斯的人统领着瓦尔尼人。他一心巩固王权,遂纳法兰克统治者狄乌狄贝尔特的姐妹为合法正妻。

§8.20.12

τετελευτήκει γὰρ αὐτῷ ἔναγχος ἡ πρότερον ξυνοικοῦσα γυνή, παιδὸς ἑνὸς γενομένη μήτηρ ὃν καὶ ἀπέλιπε τῷ πατρὶ Ῥάδιγιν ὄνομα, ᾧ δὴ ὁ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον,2 ἧσπερ ἀδελφὸς βασιλεὺς ἦν τότε Ἀγγίλων τοῦ ἔθνους, χρήματα μεγάλα τῷ τῆς μνηστείας αὐτῇ δεδωκὼς λόγῳ.

因先前与他共同生活的妻子不久前离世,曾生有一子,也将这名为拉迪吉斯的儿子留给了父亲;父亲已为他订下一位布里提亚血统的少女为妻,其兄长当时正是盎格鲁族的国王,且父亲已因聘礼之故赐予她巨额资财。

§8.20.13

οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίῳ τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρου τε καθήμενον εἶδε καὶ πολλὰ κρώζοντα.

一日,此人与瓦尔尼贵要之士在某处策马同行,见一鸟歇止于树上噪啼不已。

§8.20.14

εἴτε δὲ τοῦ ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος,3 τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα ἡμέραις ὕστερον.

他究竟是听懂了此鸟之啼声,抑或早已洞悉旁事而故弄玄虚谎称参透了鸟雀的神谕,便当即向在场众人宣称,自己将在四十天后身故。

§8.20.15

τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. “Ἐγὼ μὲν οὖν προορώμενος” ἔφη “ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ βιώσεσθε, τοῖς τε Φράγγοις ἐς κῆδος συνῆλθον, γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, καὶ τῷ παιδὶ τῷ ʼμῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν.4

因为他称此鸟之预言向他显明了此事。于是他说道:“我先前深谋远虑,为使你们能在这无忧平宁之中尽可能安然度日,遂与法兰克人结为姻亲,自彼处迎娶了如今与我同居的妇人,又为吾儿聘定了那位布里提亚未婚妻。

语法注4 条
  1. 8.20.9καὶ ἀπ’ αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν

    动词中动态不定式 προσποιεῖσθαι 在此意为“声称据为己有”或“主张主权”(而非“假装”)。介词短语 ἀπ’ αὐτοῦ 表原因(“由此”、“以此为据”,指前述接纳岛民移民之事实),不定式 προσποιεῖσθαι 支配宾语 τὴν νῆσον,意即“以此为据自称拥有该岛”。

  2. 8.20.12ᾧ δὴ ὁ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον

    动词 ἐμνήστευσε 采取了支配与格(关系代名词 ᾦ,指代其子)、宾格(γάμον)以及表配偶的属格(παρθένου κόρης)的复合句构。短语 γένους Βριττίας 为表示出身与特征的属格,修饰前方的 παρθένου κόρης,意为“布里提亚血统的少女”。

  3. 8.20.14ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος

    此句属于 εἴτε... εἴτε... 并列分句的后半部分。分词 τερατευσάμενος(意为“故弄玄虚”、“假借异象”)支配不定式 ξυνεῖναι(“理解”),而 ξυνεῖναι 进一步以属格短语 τοῦ ὄρνιθος μαντευομένου(“作预言的鸟”)作为其宾语,整句意为“假装听懂了鸟雀的神谕”。

  4. 8.20.15τῷ παιδὶ τῷ ʼμῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν

    动词 περιβάλλω 的完成时中动态 περιβέβλημαι 在此具有获取的中动态含义(“为自己获得、确保”),同时支配表示利害的与格 τῷ παιδὶ τῷ ʼμῷ(“为吾儿”)以及直接宾语的宾格 τὴν Βριττίαν μνηστήν(“布里提亚未婚妻”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.20.1-8.20.15