← 普罗科皮乌斯

战史

§8.19.11-8.19.22

桑迪尔使节的抗议演说与皇帝的赏赐

乌蒂古尔首领桑迪尔的使节借用牧犬与狼的比喻向查士丁尼抗议,谴责帝国厚待战败的库特里古尔人而薄待效忠的乌蒂古尔人;皇帝以重礼抚慰后遣返了使节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19.11

ταῦτα μέν,” παροιμιαζόμενός φησιν ὁ Σανδίλ, “τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθών, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν·

“这些道理,”桑迪尔引述谚语说道,“我乃是从长辈那里听来的,他们以寓意之言暗指人世百态。但我亦凭经验明了某事,正如一个粗野的蛮族人所理应明了的那样:

§8.19.12

τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους1 τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι.

牧人趁犬尚在哺乳之际将其抱回,在家中悉心抚养;盖犬乃对饲育者极具情义之兽,对所受恩惠最为铭记不忘。牧人行此事正是为了这一目的:每逢豺狼来袭之际,犬能挺身而出作羊群的守护者与救星,以击退敌人的进袭。我料想全地之下皆是如此。

§8.19.13

τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ’ ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο.

因古往今来从无一人曾见犬类谋害羊群,亦未见狼群卫护羊群,反倒宛如大自然为犬、羊与狼定下了如此法则。

§8.19.14

οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων, περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίγνεσθαι.

我想,即便是贵国之内——那里几于一切事物、甚至无可企及之物皆有丰裕的富足——亦绝无可能在此类事上有任何变例。

§8.19.15

ἢ γοῦν τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν· εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ.2

否则,至少请向我的使节们指点一二,好让我们在垂老之年亦能得悉世所罕见之理;然若此事在天下各地皆属不易之本性,我认为,陛下招待库特里古尔全族,为自己招来混浊的邻伴,将先前身处边境之外时尚不能忍受之人如今纳为境内居民,绝非明智之举。

§8.19.16

αὐτοί τε γὰρ τρόπον ἐς Ῥωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ῥωμαίων ἀρχήν, ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοί,3 οὔτε φίλος περιέσται Ῥωμαίοις, ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος, δέει τοῦ μή, ἐπειδὰν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὑτοῦ παρ’ ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖν τε καὶ τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶ καὶ παροψίδας αἱρεῖσθαι πάσας.

盖他们不久便会对罗马人显露其生性;除此之外,既不会缺乏蹂躏罗马疆土的仇敌——他们指望战败之后在陛下跟前能得享更好的境遇——亦不会再有罗马人的盟友甘愿阻击侵犯尔等土地之敌,因为他们害怕每当凭借命运赢得大胜之时,却见战败者反倒在尔等那里过着比自己更为显赫的生活;尤其是我们如今身处荒凉不毛之地居住,而库特里古尔人却拥有购办粮食、在酒窖中纵酒狂欢并挑选诸般佳肴的特权。

§8.19.17

πάντως δέ πη καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλανῆται καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν τε καὶ πεποικιλμένων καὶ καταληλειμμένων χρυσῷ. καίτοι Κουτρίγουροι μὲν Ῥωμαίων ἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν.

他们想必亦能出入浴场,这帮流浪汉身穿黄金,且不缺轻薄、刺绣并敷饰金箔的华服。然而库特里古尔人早先曾将无数罗马民众掳掠为奴,迁入他们自己的国土。

§8.19.19

οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν οὐ πάρεργον τοῖς καταράτοις ἐγίνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν.

对那帮受诅咒之辈而言,施加一切奴役般的凌辱并非额外之事,反倒动辄对毫无过失之人施以鞭笞甚至处死,以及野蛮主人的性情与权力所容许的诸般暴行。

§8.19.20

ἡμεῖς δὲ πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν, διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους.

然而我们却以自身的辛劳与危及性命的艰险,将他们从当时主宰其身的厄运中解救出来,将作为我们战功所得的人们归还给他们的父母。

§8.19.21

ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ’ ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι’ ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι.”4 τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

对此,我们双方却从尔等那里得到了截然相反的回报:我们仍旧承受着祖传的苦厄,而他们却与那些因我们的勇武而得以逃脱其奴役之人均分并受领其土地。”乌蒂古尔人的使节言尽于此。皇帝则多方抚慰,并厚赐财物予以安抚,未几便遣送他们归去。此事便这般告终。

语法注4 条
  1. 8.19.12τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους

    属格冠词搭配不定式 τοῦ ... διακρούεσθαι 作为 τούτου ἕνεκα 的同位语。该不定式的逻辑主语为后文的宾格 τοὺς κύνας(修饰为 καθισταμένους);句中还嵌套了属格独立结构 τῶν λύκων ἐπιόντων ποτέ,用作表示时间或条件(“每逢狼群来袭之时”)的状语从句。

  2. 8.19.15τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ

    与格分词 ἐπαγαγομένῳ 与 πεποιημένῳ 与无人称句 οὐ καλόν σοί ἐστι 中的与格代词 σοί 保持一致。两分词短语构成并列结构,后者 πεποιημένῳ 所支配的宾语为关系从句 οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας,其中关系词 οὕς 既作 ἤνεγκας 的宾语,又充当 πεποιημένῳ 的宾格逻辑宾语。

  3. 8.19.16ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοί

    属格冠词搭配不定式 τοῦ ... ἔσεσθαι 依附于表示原因的与格名词 ἐλπίδι。由于不定式的逻辑主语与从句的主语(即假定的敌人)一致,不定式的分词与表语按“主格加不定式”(nominativus cum infinitivo)规则取主格(ἡσσηθεὶς ἀμείνων),而非宾格。

  4. 8.19.21τοῖς δι’ ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι

    与格分词短语 τοῖς ... ἀποφυγοῦσι 由分词 ἰσομοιροῦντες(意为“与……同等平分”)所支配。而被平分的对象土地 χώρας τῆς ἐκείνων 则作部分属格,由 ἰσομοιροῦντες 及主要动词 διαλαγχάνουσι(“分得、抽签均分”)所支配。此处 ἐκείνων 指代获释的罗马人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.19.11-8.19.22