- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.2.1-8.2.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者依次记述了欧克辛庞托斯海南岸的地理,描述了特拉佩祖斯的奇特苦蜜、水流湍急无法绕行的阿坎普西斯河(博阿斯河)以及源自阿布绪尔托斯传说的阿普萨鲁斯等地点,从而从地理与神话两方面驳斥了科尔基斯人与特拉佩祖斯人相邻的说法。
Οὗτος τοίνυν ὁ Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν.
这个庞托斯海始于拜占庭和迦克墩,止于科尔基斯人的土地。
καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι1 Βιθυνοί τε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλα τε χωρία καὶ Ἡράκλειάν τε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ’ αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματά τε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπη τε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τό τε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί μοι οὐ πολλῷ ὄπισθεν.
当人们乘船驶入其中时,右手边定居着比提尼亚人,紧邻着他们的是奥诺里亚人和帕夫拉戈尼亚人,他们除了其他地区外,还占有赫拉克利亚和阿玛斯特里斯等沿海城市;在他们之后定居的是所谓的庞托斯人,一直延伸到特拉佩祖斯城及其疆界。在那里建有其他沿海市镇以及锡诺普和阿米苏斯;距阿米苏斯最近的是被称为忒弥斯库拉的地方以及忒耳摩冬河,人们说亚马逊人的营地当年就在那里。不过关于亚马逊人,我不久之后就会记述。
Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι.
特拉佩祖斯人的边界延伸到苏苏尔梅纳村和被称为里扎伊翁的地方,对于沿着海岸前往拉齐卡的人来说,该地距特拉佩祖斯人有两天的路程。
Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ’ αὐτὸ δόξης.2
提及特拉佩祖斯,我绝不能忽略那里发生的一件极其不可思议之事。因为在特拉佩祖斯周围的所有地区,蜂蜜都变成苦的,唯独在这里,关于它(蜂蜜)的公认看法遭到了颠覆。
τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ῥωμαίων κατήκοοι ᾤκηνται.
在这些地区的右侧,耸立着赞尼卡的所有山脉,而在这些山脉的更远方,居住着臣属于罗马人的亚美尼亚人。
Ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔς τε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ μέντοι Βόας καλούμενος.
从这些赞尼卡山脉流下一条名为博阿斯的河流,它穿过无数灌木丛,环绕着丘陵地带奔流,极为接近拉齐卡的各个地区,并注入被称为欧克辛的庞托斯海,然而却不再被称为博阿斯。
ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπιγινομένων ὄνομα κτώμενος.
因为每当它接近大海时,便舍弃了这个名字,此后分得另一个称谓,从发生于它身上的际遇中获得了名称。
Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν,3 ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν· οἵ τε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς διαπλεῖν δύνανται.
当地人从此称它为阿坎普西斯,正是因为一旦它与海水混合,就无法绕过它,因为它是以如此猛烈的冲力和湍急的流速汇入海中,在前方激起巨大的涌浪骚动,以至于它尽可能远地冲入海中,使那一带的通航变得不可能。在庞托斯海这一带航行的人,无论是一直驶向拉齐卡,还是从那里起航,都无法再径直向前航行。
κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι.
因为他们根本无法绕过该河的水流,唯有尽可能远地驶入那一带的外海,向庞托斯海的大致中央行进,才能这样摆脱这条河的入海口。关于博阿斯河的情况大体便是如此。
Μετὰ δὲ τὸ Ῥιζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ῥωμαίων τε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ ὁ τάφος ἐνταῦθα καὶ εἰς ἐμέ ἐστι.
在里扎伊翁之后,接着是自主部族的疆界,他们居住在罗马人与拉齐人之间。那里建有一个名叫雅典的村庄,并不是如某些人所认为的那样,是因为雅典人的殖民者定居在此,而是在古代曾有一位名叫雅典娜的妇人成为该地的统治者,她的坟墓直到我的时代仍在那里。
μετὰ δὲ Ἀθήνας Ἄρχαβίς τε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, ἣ τοῦ Ῥιζαίου διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα.
在雅典之后,建有阿尔哈比斯和阿普萨鲁斯,这是一座古老的城市,距里扎伊翁大约三天的路程。
αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείας τε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δι’ αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν· ὁ μὲν γὰρ ἐν ἐκείνῳ ἀπέθνησκε, τὸ δὲ ἀπ’ αὐτοῦ ὠνομάζετο.
这座城市古时被称为阿布绪尔托斯,由于那个人的悲剧命运而与他同名。因为当地人说,因美狄亚和伊阿宋的阴谋,阿布绪尔托斯在那里从人间消失,该地也正因如此获得了这个别名;因为他在那里死去,而该地以他的名字命名。
ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ.
然而在此之后流逝的极其漫长的时间,在无数代人的更替中积蓄了力量,不仅消磨了构成这个名字的诸事迹的印象,而且将该地的称呼重塑成了如今所见的样式。
τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς ἄλλοις ἅπασιν οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη.
这位阿布绪尔托斯的坟墓也在城市的东面。这座城市在古时人口稠密,极其庞大的城墙环绕着它,并以剧场、赛马场以及所有通常用来彰显城市规模的事物来装点。而如今,除了建筑物的地基之外,它们什么都没有留下了。
Ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων4 Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ’ ἔμπαλιν ἐπὶ Φᾶσίν τε ποταμὸν καὶ τοὺς ἐνδοτάτω βαρβάρους.
因此,如果有人对那些声称科尔基斯人与特拉佩祖斯人相邻的人感到诧异,那是理所当然的。因为按照这种说法,与美狄亚一同夺走金羊毛的伊阿宋,似乎并不是逃往希腊和祖先的故土,反而是折返逃向了法西斯河和最深处的蛮族那里。
- 8.2.2ἐσπλέοντι
现在分词的基准/视点与格(dativus iudicantis),用于确立地理方位描述的参照视角:“对于乘船驶入其中的人来说(在其右手边)”。
- 8.2.4στασιαζομένης τῆς ἀμφ’ αὐτὸ δόξης
独立属格结构。名词 δόξα 指关于蜂蜜的普遍认知或期望(即蜂蜜通常是甜的),被动态的 στασιάζω 意为“受到争议/发生冲突”,表明唯独在该地区,关于蜂蜜的常规通念被打破颠覆。
- 8.2.8κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν
无人称结构(ἀμήχανά ἐστιν 搭配不定词 κάμψαι)。代词 αὐτόν 是不定词 κάμψαι 的宾语(指博阿斯河),ἀναμιχθέντα 是与其一致的被动不定过去时分词。意为“当它与海水融合时,便不可能绕过它”,为阿坎普西斯(Acampsis,源自否定前缀 ἀ- 与动词 κάμπτω)这一词源提供了民间解释。
- 8.2.15θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων
由 ἄν 搭配过去希求式(θαυμάσειεν)构成的潜势句式(“任何人对……感到惊异/困惑都是合情合理的”)。动词 θαυμάζω 后接属格(τῶν φαμένων)表示感到惊诧的对象,分词后带对格加不定词结构(Κόλχους ... ὁμόρους εἶναι)作为其陈述内容。
