← 普罗科皮乌斯

战史

§8.1.1-8.1.13

体例调整与科尔基斯战事及黑海地志

作者宣布转变此前按地域分述的体例而采用统合叙事,记述了波斯军入侵科尔基斯,并着手对黑海沿岸地理与部族进行精确考订以利读者理解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1.1

Ὅσα μὲν ἄχρι τοῦδέ μοι δεδιήγηται, τῇδε ξυγγέγραπται ᾗπερ δυνατὰ ἐγεγόνει ἐπὶ χωρίων ἐφ’ ὧν δὴ ἔργα τὰ πολέμια ξυνηνέχθη γενέσθαι διελόντι τε καὶ ἁρμοσαμένῳ τοὺς λόγους,1 οἵπερ ἤδη ἐξενεχθέντες πανταχόθι δεδήλωνται τῆς Ῥωμαίων ἀρχῆς. τὸ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται.

到目前为止由我所叙述的一切,都是在可能的范围内,根据发生军事行动的各个地区划分并编整叙述而撰写成的;这些篇章如今已经出版,并传遍了整个罗马帝国。然而从今往后的内容,我将不再以所说的那种方式来编排了。

§8.1.2

γράμμασι γὰρ τοῖς ἐς τὸ πᾶν δεδηλωμένοις οὐκέτι εἶχον τὰ ἐπιγινόμενα ἐναρμόζεσθαι, ἀλλ’ ὅσα κατὰ τοὺς πολέμους τούσδε γεγονέναι ξυνέβη, ἔτι μέντοι καὶ ἐς τὸ Μήδων γένος, ἐπειδὴ τοὺς ἔμπροσθεν λόγους ἐξήνεγκα, ἐν τῷδέ μοι τῷ λόγῳ πάντα γεγράψεται, ἱστορίαν τε αὐτῶν ἐπάναγκες ποικίλην ξυγκεῖσθαι.

因为对于已经完全公开发表的著作,我再也无法将随后发生的事情穿插进去;相反,在这些战争中所发生的一切,以及在我出版前述著作之后关于米底亚人部族发生的一切,都将在我这篇叙述中被全部记述下来,并且必然要构成一部关于它们的内容多样的历史。

§8.1.3

Ἤδη μὲν οὖν ὅσα ξυνέβη ἄχρι ἐς τὸ τέταρτον ἔτος τῆς πενταετηρίδος ἐκεχειρίας ἣ Ῥωμαίοις ἐγεγόνει καὶ Πέρσαις, ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· τῷ δὲ ἐπιγινομένῳ ἐνιαυτῷ Μηδικῆς στρατιᾶς πολὺς ὅμιλος ἐς γῆν τὴν Κολχίδα ἐσέβαλον.

此前,直到罗马人与波斯人之间缔结的五年停战协定的第四年所发生的一切,在我之前的著作中已经叙述过了;而在随后的一年里,大批米底亚军队入侵了科尔基斯之地。

§8.1.4

οἷσπερ ἐφειστήκει Πέρσης ἀνήρ, Χοριάνης ὄνομα, πολέμων ἐσάγαν πολλῶν ἔμπειρος, καὶ αὐτῷ ξύμμαχοι βάρβαροι τοῦ Ἀλανῶν γένους πολλοὶ εἵποντο.

统率他们的是一个名叫霍里阿内斯的波斯人,他经历过极多的战事,并且有许多阿兰部族的蛮族盟友跟随着他。

§8.1.5

οὗτος ὁ στρατὸς ἐπειδὴ ἀφίκοντο ἐς χώραν τῆς Λαζικῆς ἣ ἐπικαλεῖται Μοχήρησις, ἐν ἐπιτηδείῳ στρατοπεδευσάμενοι ἔμενον.

这支军队到达拉齐卡那块被称为莫克雷西斯的地区后,在一处适宜的地方扎营并驻留下来。

§8.1.6

ῥεῖ δέ πη ἐνταῦθα ποταμὸς Ἵππις, οὐ μέγας οὐδὲ ναυσίπορος. ἀλλὰ καὶ ἱππεῦσι καὶ ἀνδράσι πεζοῖς ἐσβατός, οὗ δὴ ἐν δεξιᾷ τὸν χάρακα ἐποιήσαντο, οὐ παρὰ τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν.

那里有一条名为希庇斯的河流流经,既不大也不通舟楫,但无论是骑兵还是步兵都能涉水渡过;他们便是在这条河的右侧扎下了栅营,并非紧靠岸边,而是在相距甚远的地方。

§8.1.7

Ὅπως δὲ τοῖς τάδε ἀναλεγομένοις ἔκδηλα τὰ ἐπὶ Λαζικῆς χωρία ἔσται ὅσα τε γένη ἀνθρώπων ἀμφ’ αὐτὴν ἵδρυνται, καὶ μὴ ὑπὲρ τῶν ἀφανῶν σφίσιν ὥσπερ οἱ σκιαμαχοῦντες διαλέγεσθαι ἀναγκάζωνται, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἀναγράψασθαι ἐνταῦθα τοῦ λόγου ὅντινα δὴ τρόπον ἄνθρωποι οἰκοῦσι τὸν Εὔξεινον καλούμενον Πόντον, οὐκ ἀγνοοῦντι μὲν ὡς καὶ τῶν παλαιοτέρων τισὶ γέγραπται ταῦτα, οἰομένῳ δὲ οὐκ ἐς τὸ ἀκριβὲς αὐτοῖς πάντα εἰρῆσθαι·

为了使阅读这些记录的人能够明白拉齐卡的各个地方以及定居在其周围的人类部族,免得他们被迫去谈论对自己而言模糊不清的事物,宛如盲目搏击阴影的人一样,我认为在此处的叙述中记录下人们究竟以何种方式居住在被称为欧克辛庞托斯海的周边,并不是不合时宜的;我并非不知道某些古代学者也曾写过这些,但我认为他们并未把一切都准确地阐明。

§8.1.8

ὧν γέ τινες Τραπεζουντίων ὁμόρους ἢ Σάνους ἔφασαν, οἳ τανῦν Τζάνοι ἐπικαλοῦνται, ἢ Κόλχους εἶναι, Λαζοὺς ἑτέρους καλέσαντες οἳ καὶ νῦν ἐπὶ τούτου προσαγορεύονται τοῦ ὀνόματος.

因为他们中的某些人声称,特拉佩祖斯人的邻人要么是萨尼人(如今被称为赞尼人),要么是科尔基斯人,而将如今仍以这个名字称呼的拉齐人称为另外的人。

§8.1.9

καίτοι ἔστι τούτων οὐδέτερον. Τζάνοι μὲν γὰρ τῆς παραλίας ὡς ἀπωτάτω ὄντες προσοικοῦσι τοὺς Ἀρμενίους ἐν τῇ μεσογείᾳ καὶ ὄρη πολλὰ μεταξὺ ἀποκρέμαται, λίαν τε ἄβατα καὶ ὅλως κρημνώδη, χώρα τε πολλὴ ἔρημος ἀνθρώπων ἐς ἀεὶ οὖσα καὶ χαράδραι ἀνέκβατοι καὶ λόφοι ὑλώδεις καὶ σήραγγες ἀδιέξοδοι, οἷς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι εἶναι διείργονται2 Τζάνοι.

然而这两者都不是事实。因为赞尼人距离海岸极远,定居在内陆靠近亚美尼亚人的地方,其间耸立着许多山峦,极难通行且尽是悬崖峭壁,还有大片始终无人居住的荒野、无法走出的沟壑、林木茂密的小丘以及难通的岩洞,由于这一切,赞尼人被阻隔而无法成为临海的部族。

§8.1.10

Κόλχους δὲ οὐχ οἷόν τέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι,3 ἐπεὶ παρὰ Φᾶσιν ποταμὸν ᾤκηνται· τὸ δὲ ὄνομα μόνον οἱ Κόλχοι, ὥσπερ ἀνθρώπων ἔθνη καὶ πολλὰ ἕτερα, τανῦν ἐς τὸ Λαζῶν μεταβέβληνται.

至于科尔基斯人,他们不可能不是拉齐人,因为他们定居在法西斯河畔;只是如同许多其他人类部族一样,科尔基斯人如今仅把名字改换成了拉齐人的名字。

§8.1.11

χωρὶς δὲ τούτων καὶ μέγας αἰὼν μετὰ τοὺς ἐκεῖνα ἀναγραψαμένους ἐπιγενόμενος ἀεί τε συννεωτερίζων τοῖς πράγμασι τὰ πολλὰ τῶν καθεστώτων τὰ πρότερα νεοχμῶσαι ἴσχυσεν, ἐθνῶν τε μεταστάσεσι καὶ ἀρχόντων καὶ ὀνομάτων διαδοχαῖς.

除此以外,在那些记录了那些事情的人之后,漫长的岁月降临,并随着情势不断推陈出新,通过部族的迁移、统治者与名称的更迭,有能力将原先确立的大多数事物予以彻底变更。

§8.1.12

ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἢ ἄλλως ἀρχαῖα, οὐδὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα ποιηταὶ λέγουσι· μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι· ἀλλ’ ἐς τὸ ἀκριβὲς διεξιόντι4 τά τε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ.

我认为极为必要去仔细考察这些,并不是去讲述关于它们的虚妄神话或无关紧要的古老往事,也不是去说诗人们所说的普罗米修斯究竟被绑在欧克辛庞托斯海的何处——因为我认为历史与神话相距甚远——而是去准确地详述如今在那些地方的每一处所通行的名称与实情。

语法注4 条
  1. 8.1.1διελόντι τε καὶ ἁρμοσαμένῳ τοὺς λόγους

    与格分词 διελόντι 和 ἁρμοσαμένῳ 与充当完成时被动态 δεδιήγηται 动作主体的与格(dativus auctoris)μοι 一致,兼具方式或手段意味,表示作者通过按地区划分和编整叙事来进行撰写。

  2. 8.1.9οἷς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι εἶναι διείργονται

    表示阻碍、隔绝的动词 διείργονται 后接带有赘词性否定词 μή 的不定式补足语 μὴ ... εἶναι。在希腊语惯用法中,阻碍类动词之后的不定式常常带 μή,意为“被阻隔而无法成为临海的住民”。

  3. 8.1.10Κόλχους δὲ οὐχ οἷόν τέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι

    在否定短语 οὐχ οἷόν τέ ἐστι(“不可能”)之后,不定式 εἶναι 带有否定词 μή,构成双重否定。字面意为“科尔基斯人不是拉齐人是不可能的”,即“科尔基斯人只能就是拉齐人”。

  4. 8.1.12ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι... ἀλλ’ ἐς τὸ ἀκριβὲς διεξιόντι

    与格分词 ἀπαγγέλλοντι 和 διεξιόντι 与非人称表达 ἔδοξεν 所要求的与格 μοι 一致。在此,不定式 διαμετρήσασθαι 的施事者由与格表示,两个分词则形成了对比,说明作者在考察时不应采取神话叙事,而应精确阐述事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.1.1-8.1.13