← 普罗科皮乌斯

战史

§8.19.1-8.19.10

库特里古尔人的迁居与桑迪尔的抗议使团

趁匈人部族激战之际,数万罗马战俘得以逃归故土,查士丁尼皇帝派遣阿拉提乌斯与剩余的库特里古尔人达成撤军与定居协约。因皇帝接纳并安置了溃逃的库特里古尔人,乌蒂古尔首领桑迪尔深感愤慨,遂派使节借狼的谚语当面口头斥责皇帝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19.1

Τούτων δὲ τῶν βαρβάρων τότε πρὸς ἀλλήλους διαμαχομένων ᾗπέρ μοι εἴρηται, τοῦ τε κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι Ῥωμαίοις ξυνηνέχθη πολλῇ.

正当这些蛮族如我所言当时彼此激战、危难在搏杀中达到顶点之际,罗马人恰逢极大的幸运。

§8.19.2

ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις ἐν αἰχμαλώτων λόγῳ ὄντες ἐτύγχανον, ἐς μυριάδας, ὥς φασι, ξυνιόντες πολλάς, ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδε τε κατὰ τάχος ἐξαναστάντες οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο, καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώναντο.

原来,所有沦为库特里古尔人战俘的罗马人——据说人数多达数万——乘此战乱之机悄然脱逃,迅速自该地起行,在毫无追兵的情况下返回故土,因而在自身最关切的大事上坐享了他人的胜利成果。

§8.19.3

βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον στρατηγὸν στείλας παρά τε Χινιαλὼν καὶ Οὔννους τοὺς ἄλλους, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ῥωμαίων τῆς γῆς.

查士丁尼皇帝派遣将领阿拉提乌斯前往希尼亚隆及其他匈人处,指令他通报其本土所遭遇的变故,并通过施予财物劝说他们尽快从罗马领土撤出。

§8.19.4

οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ῥωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων.

他们获知乌蒂古尔人的入侵,又从阿拉提乌斯手中接得巨资,遂应允不再行杀戮,不再掳掠任何罗马人为奴,亦不实施任何其他危害之举,而是将该地民众视同盟友穿行其间以行撤军。

§8.19.5

ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ῥωμαίους τὸ λοιπὸν ἔχεσθαι· ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ῥωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ’ ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται1 καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.

双方还约定:倘若这些蛮族能够重返祖宗之地定居,则留驻于该处,并在往后恪守对罗马人的忠诚;但倘若他们无法在当地立足,则允许他们再度返回罗马领土,皇帝将把色雷斯一带的若干土地赐予他们,条件是他们在此定居后永世作罗马人的同盟者,并协助严密防卫这片土地以御所有蛮族。

§8.19.6

Ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ῥωμαίων τὴν γῆν, παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι·

此时,在交战中溃败并逃脱乌蒂古尔人追捕的匈人中,亦有二千人携家带口来到了罗马领土。

§8.19.7

ἡγοῦντο δὲ αὐτῶν ἄλλοι τε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπί τε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε· γίνονταί τε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν.

率领他们的是数名将领以及辛尼昂,此人早年曾随贝利萨留远征盖利梅尔与汪达尔人;他们成为查士丁尼皇帝的求庇护者。皇帝欣然接纳了他们,并下令将他们安置在色雷斯一带的土地上。

§8.19.8

ἅπερ ἐπεὶ Σανδίλ, ὁ τῶν Οὐτιγούρων βασιλεύς, ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ῥωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ῥωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν,2 ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινὰ ἐγχειρίσας ʽἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδίἀ, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν.

乌蒂古尔人的首领桑迪尔获悉此事后,大为震怒且愤懑不平,心想自己本因同族的库特里古尔人侵害罗马人而代为惩戒、将他们逐出故土,他们却在受到皇帝接纳后定居于罗马领土,过上了优渥得多的生活。于是他向皇帝派遣使节以斥责此项举措,但他并未向使节交付任何书信(因为匈人至今对文字全然不闻不谙,既无书记,其子弟亦无需在学文的辛劳中成长),而是令他们依蛮族之习俗,将他所吩咐的一切尽数口头背诵出来。

§8.19.9

Ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι’ αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ· “Παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοιαύτη τις ἡ παροιμία τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη,3 τὴν μέντοι γνώμην οὐ μεταστρέφει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς φύσεως.

使节们进谒查士丁尼皇帝后,宣称桑迪尔首领借他们之口如作书信般向皇帝陈说如下:“我自幼闻知一则谚语,若我并未有所遗忘,此谚大意乃是:世人皆言,狼这种野兽或许并非不可能稍稍改变其皮毛之色,然而其本性却绝不改变,因造化不容它改变此心。

语法注3 条
  1. 8.19.5ἐφ’ ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ῥωμαίοις ἔσονται

    连词 ἐφ’ ᾧ(意为“在……条件下”)引导将来时直陈式动词 ἔσονται 与 ξυμφυλάξουσιν,规定了获得色雷斯土地的对等义务与条件,在功能上等同于 ἐφ’ ᾧ 搭配不定式的结构。

  2. 8.19.8παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν ... ἀναστήσειεν ... οἱ δὲ ... βιοτεύσουσιν

    在表达情感的被动分词 παρωξυσμένος 与 περιωργισμένος 之后,由 εἰ 引导的从句表示愤慨的缘由(即情感条件从句)。在 μέν 与 δέ 的对比中,前一分句使用希求法(ἀναστήσειεν,表示转述思维或假设条件),后一分句则使用将来时直陈式(βιοτεύσουσιν,视既成或必然后果为确定事实),语气的差异鲜明体现了桑迪尔对所受不公待遇的强烈不满。

  3. 8.19.10τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχός, φασίν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη

    属格 τῆς τριχός 依附于不定式 παραλλάξαι,充当分离属格或指涉(关于其毛发)属格。主语 τὸ θηρίον ὁ λύκος 的谓语采用了潜能希求法加双重否定构式(οὐκ ἀδύνατος εἴη ἄν + 不定式,“未必不可能”),借此与后文所强调的本性(γνώμη)之不可改变形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.19.1-8.19.10