← 普罗科皮乌斯

战史

§8.18.1-8.18.24

吉皮特人与伦巴底人休战及匈人的内讧

吉皮特人与伦巴底人因交战前夕双方突然爆发的恐慌而订立了为期两年的停战协定;停战期间吉皮特人将雇来的库特里古尔匈人引入罗马境内肆意劫掠,促使查士丁尼皇帝策动乌蒂古尔人突袭库特里古尔人的本土。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.18.1

Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μέν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον.

正当这些事态如此进展之际,欧洲发生了以下变故。正如我在前文所述,吉皮特人恰与身为其宿敌的伦巴底人订有停战协定。

§8.18.2

παντάπασι δὲ οὐχ οἷοί τε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι.

然而,由于完全无法解决彼此间的争端,他们认为不久后势必诉诸武力。

§8.18.3

Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ’ ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν.

于是,吉皮特人与伦巴底人各自倾全国之力,以昂扬的战意向对方进军。

§8.18.4

ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισίν, τῶν δὲ Λαγγοβαρδῶν Αὐδουὶν ὄνομα, καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο.

统率吉皮特人者名为托里辛,统率伦巴底人者名为奥杜因,两人麾下各有数万人马相随。两军当时已行进至极近之处,但彼此的营垒尚未进入视线。

§8.18.5

δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ’ αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε,1 μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν.

然而,所谓的恐慌突如其来地降临在双方头上,在毫无缘由的情况下使所有人全线溃退,唯独统领们与极少数人留在了原地。

§8.18.6

οἵπερ αὐτοὺς ἀνθέλκειν τε καὶ τῆς ὑπαγωγῆς ἀναχαιτίζειν ἀποπειρασάμενοι οὐδὲν ἤνυον οὔτε θωπείαις οἰκτραῖς οὔτε ἀπειλαῖς φοβεραῖς χρώμενοι.

统领们企图制止部众并遏止其撤退,但无论施以哀怜的抚慰还是可怕的恐吓,都无济于事。

§8.18.7

Περιδεὴς οὖν γεγονὼς Αὐδουὶν ὁρῶν διασκεδαννυμένους ἀκόσμως οὕτως ʽοὐ γὰρ ᾔδει τοὺς πολεμίους τὴν ὁμοίαν κεκληρῶσθαι τύχην’ τῶν οἱ ἑπομένων τινὰς ἐπὶ πρεσβείᾳ παρὰ τοὺς ἐναντίους εὐθὺς ἔπεμψε τὴν εἰρήνην αἰτησομένους.

奥杜因见部众如此溃不成军地四散奔逃,不免惊恐万分(因为他并不知道敌人亦遭逢了同样的命运),遂立即派遣身边的若干使者前往敌营求和。

§8.18.8

οἵπερ, ἐπεὶ παρὰ τὸν ἄρχοντα τῶν Γηπαίδων Θορισὶν ἀφικόμενοι τὰ πρασσόμενα εἶδον, ἔκ τε τῶν ἐν σφίσιν αὐτοῖς τετυχηκότων κατενόησαν τὰ τοῖς πολεμίοις ξυνενεχθέντα καὶ τῷ Θορισὶν ἐς ὄψιν ἐλθόντες ἀνεπυνθάνοντο αὐτοῦ ὅπη ποτέ οἱ γῆς τῶν ἀρχομένων τὸ πλῆθος εἴη.

使者们抵达吉皮特首领托里辛处并察觉眼前的情形后,根据自身队伍中发生的事情推知了降临在敌人身上的变故,于是进见托里辛,探询他的臣民大军究竟身在何处。

§8.18.9

καὶ ὃς τῶν ξυμπεπτωκότων οὐδὲν ἀρνηθεὶς “Φεύγουσιν οὐδενὸς διώκοντος” ἔφη. οἱ δὲ ὑπολαβόντες “Ταὐτὸ τοῦτο,” φασί, “Λαγγοβάρδαι πεπόνθασιν. ἀληθιζομένῳ γάρ σοι, ὦ βασιλεῦ, οὐδέν τι τῶν ἡμετέρων ἀποκρυψόμεθα.

托里辛对所发生的一切毫不隐瞒,说道:“无人追赶,他们却仓皇逃窜。”使者们接话道:“伦巴底人亦遭遇了完全相同的事。大王,既然您坦诚相告,我们也不会向您隐瞒自身的实情。

§8.18.10

οὐκοῦν ἐπειδὴ τὰ γένη ταῦτα διολωλέναι ὡς ἥκιστα βουλομένῳ τῷ θεῷ ἐστὶ καὶ ἀπ’ αὐτοῦ διέλυσε τὴν παράταξιν, σωτήριον ἀμφοτέροις ἐπιβαλὼν δέος, φέρε δὴ καὶ ἡμεῖς ἐπιχωρήσωμεν τῇ τοῦ θεοῦ γνώμῃ, τὸν πόλεμον καταλύοντες.” “Ἔστω, γινέσθω ταῦτα,” ὁ Θορισὶν ἔφη. δυοῖν τε οὕτως ἐνιαυτοῖν ἐκεχειρίαν πεποίηνται, ὅπως μεταξὺ ἐπικηρυκευόμενοί τε καὶ παρ’ ἀλλήλους ἀεὶ φοιτῶντες ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ διάφορα διαλύσωσι. τότε μὲν οὖν οὕτως ἑκάτεροι ἀνεχώρησαν.

因此,既然上天绝不愿看到这两个部族同归于尽,并由此向双方降下解救之恐惧而瓦解了战阵,那么不妨让我们亦顺从上天的旨意,息兵止战罢。”托里辛答道:“但愿如此,就依此而行。”于是他们达成了为期两年的休战,以便在此期间通过互派使节和不断往来,彻底化解所有的争端。当时双方遂如此撤军。

§8.18.12

Ἐν δὲ τῇ ἐκεχειρίᾳ ταύτῃ οὐχ οἷοί τε γεγενημένοι ἐς τῶν ἀντιλεγομένων τὴν διάλυσιν ἀλλήλοις ξυμβῆναι, αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον.

然而在这段休战期内,双方由于无法在争端条款的解决上达成一致,又将重开战端。

§8.18.13

δειμαίνοντές τε Γήπαιδες τὴν Ῥωμαίων ἀρχὴν ʽἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδαις ξυντάξονται’ τῶν τινὰς Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο.

吉皮特人惧怕罗马帝国的势力(因预料罗马人将与伦巴底人结盟),便蓄意将部分匈人拉拢入盟。

§8.18.14

ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται Λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶν ἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδας ξυνδιενεγκεῖν σφίσιν.

于是,他们派使者前往居住于马埃奥提斯湖此侧的库特里古尔人首领处,恳求他们与自己共同对抗伦巴底人。

§8.18.15

οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Χινιαλών, ἀνὴρ διαφερόντως ἀγαθὸς τὰ πολέμια.

库特里古尔人立即向他们派遣了一万二千名战士,由数名将领以及在军务上尤为英勇的希尼亚隆统帅。

§8.18.16

Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, ἀλλ’ ἐνιαυτὸς ταῖς ξυνθήκαις ἔτι ἐλέλειπτο, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν.2

但吉皮特人眼下却因这些蛮族的存在而感到负担,因为决战的时机尚未成熟,休战协定尚余一年之期;于是他们说服蛮族在此期间侵扰皇帝的领土,将针对罗马人的阴谋作为自身失算之余的附带之举。

§8.18.17

ἐπεὶ δὲ Ῥωμαῖοι τὴν διάβασιν ποταμοῦ Ἴστρου ἐς τὸ ἀκριβὲς ἔν τε Ἰλλυριοῖς καὶ τοῖς ἐπὶ Θρᾴκης χωρίοις ἐφρούρουν, αὐτοὶ τούτους δὴ τοὺς Οὔννους ἐν χώρᾳ τῇ κατ’ αὐτοὺς διαπορθμεύσαντες ποταμὸν Ἴστρον ἐς τὰ Ῥωμαίων ἤθη ἀφίεσαν.

由于罗马人在伊利里亚与色雷斯一带严密防守伊斯特罗斯河的渡口,吉皮特人便亲自在与本国接壤之地用船渡送这些匈人跨过伊斯特罗斯河,将其放行至罗马人的居地。

§8.18.18

Καὶ οἱ μὲν πάντα σχεδόν τι ἐληΐσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε. πέμψας παρὰ Οὔννων τῶν Οὐτιγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα Λίμνης ᾤκηνται τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει.3 αὐτῶν γὰρ Κουτρίγουροι, ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ’ ὁσημέραι καταθέουσί τε καὶ ληΐζονται αὐτοὺς οὐδενὶ λόγῳ.

这些蛮族几乎劫掠了当地的所有区域,而查士丁尼皇帝则筹划了如下对策。他派遣使节前往居住在马埃奥提斯湖彼岸的乌蒂古尔匈人首领处,责备并斥责他们对库特里古尔人的无所作为是不义之举,倘若坐视友人罹难必须被归入最不义之行径的话。皇帝指出,库特里古尔人无视身边的乌蒂古尔邻邦,况且每年从拜占庭领取巨额财物,却绝不愿终止对罗马人的不义,反而在毫无理由的情况下终日侵扰劫掠罗马人。

§8.18.20

τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες, οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους,4 καίπερ αὐτοῖς φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες.

而乌蒂古尔人自身不仅未能从中分得寸利,未曾分润库特里古尔人的掠夺之物,却还对自古以来最为亲近的友人罗马人遭受荼毒视若无睹。

§8.18.21

ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς βασιλεὺς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας δὲ ὅσων δώρων καὶ πρότερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι.

查士丁尼皇帝向乌蒂古尔人陈明此理,并以重金赐予他们,同时提醒他们先前多次从他那里获得了何等丰厚的赏赐,最终劝服他们立即向留守境内的库特里古尔人发起进攻。

§8.18.22

Οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν.

乌蒂古尔人联络了邻近的两千名被称为特特拉克西泰的哥特人作为盟军,全军渡过了塔奈斯河。

§8.18.23

ἦρχε δὲ αὐτῶν Σανδίλ, ἀνὴρ ξυνετώτατος μὲν καὶ πολέμων πολλῶν ἔμπειρος, ἐς ἀλκὴν δὲ καὶ ἀνδρίαν ἱκανῶς πεφυκώς.

统领他们的是桑迪尔,此人足智多谋,历经沙场,生来具有过人的勇略与气魄。

§8.18.24

ἐπεὶ δὲ τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον. ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη ἐγεγόνει, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν. ὀλίγοι δέ τινες φεύγοντες, ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ’ οἴκου ἀπεκομίσθησαν.

渡河之后,他们与前来迎战的众多库特里古尔人交锋。由于迎击者极力抵御进攻者,战斗持续了极久,但随后乌蒂古尔人击溃了对手,斩杀甚众。唯有极少数人各自竭力逃窜得以幸存。敌人掳掠了他们的妇孺为奴,凯旋而归。

语法注4 条
  1. 8.18.5δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ’ αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε

    主语为 δείματα τὰ πανικὰ καλούμενα(“所谓的恐慌”),主谓动词为 ἀπήνεγκε(“席卷回退”)。分词 ἐπιπεσόντα 修饰主语(“突降于双方”),φεύγοντας 为修饰宾语 ἅπαντας 的方式/伴随分词(“溃逃着”)。介词短语 ἀπ’ αἰτίας οὐδεμιᾶς(“毫无缘由地”)修饰分词 φεύγοντας。

  2. 8.18.16πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν

    此句为带有中动分词 πεποιημένοι 的双宾格结构。直接宾语为 τὴν ἐς Ῥωμαίους ἐπιβουλήν(“针对罗马人的阴谋”),述补宾格为 πάρεργον(“附带之举、余事”),整句意为“将对罗马人的图谋作为自身不合时宜之事的副产物/顺带之举”。

  3. 8.18.18εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει

    由 εἴπερ 引导的条件句,内含非人称动词 δεήσει。带冠词不定词短语 τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν(“坐视友人被毁灭”)充当补足不定词 καταλέγειν(“列入、归入”)的宾语概念。分词 διαφθειρομένους 是放任动词 περιορᾶν 的宾语补足分词。

  4. 8.18.20οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους

    动词 προσποιέομαι(“假装、声称”)带否定词 οὐ 并接分词 κακουμένους。在否定语境下,该动词构成“假装未见、漠不关心、不予理会”的习语用法。分词 κακουμένους 与宾语 Ῥωμαίους 一致,充当补充性宾语分词(“罗马人受戕害”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.18.1-8.18.24