- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.17.1-8.17.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
来自东方的修士传入蚕卵使罗马境内确立养蚕业;与此同时,在拉齐卡梅尔梅罗伊斯进攻受挫被迫退兵,而在利比亚将领约翰彻底平定了当地部落。
Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινὲς μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη1 μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται·
正值此时,有些来自印度的修士获知查士丁尼皇帝正殷切希望罗马人不再向波斯人购买生丝,便晋见皇帝,应允将妥善安排有关生丝的事宜,使罗马人不再向仇敌波斯人或任何其他民族进行这一采购。
χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη.
盖因他们声称,自己在位于多数印度部族之外、名为塞林达的国土上度过了漫长岁月,并在那里确凿掌握了以何种方法可以在罗马人的土地上生产生丝。
ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι.
当皇帝极为详尽地审问并核查其言论是否属实之际,修士们声称,乃是某种幼虫为生丝的制造者,自然为它们的导师,并不断强令它们劳作。
ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα.
他们又称,将活幼虫运送至此绝无可能,但它们的后代却全然易于运送且轻而易举;而这些幼虫的后代,即是每条幼虫产出的无数之卵。
ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι.
这些虫卵在产下许久之后,人们将其用粪便覆盖,借此温热充分的时间,便能使其化为活物。
ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον.
在他们陈述完毕后,皇帝许诺以丰厚的奖赏赐予他们,劝导他们以行动践履其言。
οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ’ αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ.
于是他们再次前往塞林达,将虫卵带回拜占庭,按所言的方法使其化为幼虫,并用桑叶饲育,由此使得罗马人的土地上从此得以生产生丝。
τότε μὲν οὖν τά τε κατὰ τὸν πόλεμον πράγματα Ῥωμαίοις τε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε.
当时,罗马人与波斯人之间的战事以及关于生丝之事大致如此。
Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν.
寒冬时节过后,伊斯迪古斯纳携财物抵达库思老处,向其通报了双方达成的协定。库思老收下财物后,毫不迟延地批准了停战,却绝不愿放弃拉齐卡。
ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε.
不仅如此,他以这笔财物招募了大量的萨比尔匈人,并连同若干波斯人立即派遣给梅尔梅罗伊斯。他嘱咐后者倾全力投入行动,甚至还给他派去了许多战象。
Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος.
梅尔梅罗伊斯率领波斯与匈人的全军自莫凯雷西斯拔营,携战象直取拉齐人的各处要塞。
Ῥωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ’ ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον.
罗马军则完全未曾出击迎战,而是在马提努斯的率领下驻扎于法西斯河河口附近,凭借地势之坚固极尽自固,静观其变。
ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης ὁ Λαζῶν βασιλεύς. οὗτος δὲ ὁ Μήδων στρατός, τύχης αὐτῷ ξυμβάσης τινός, οὐδὲν ἄχαρι οὔτε Ῥωμαίων οὔτε Λαζῶν τινὰ ἔδρασε.
拉齐王古巴泽斯亦与他们同在一处。然而由于某种偶然的机缘,这支米底军队并未对罗马人或拉齐人中的任何一人造成危害。
τὰ μὲν γὰρ πρῶτα ὁ Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι ἐπ’ αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ.
盖因起初梅尔梅罗伊斯得知古巴泽斯的胞妹身在某座堡垒中,便率军进攻,企图千方百计将其攻克。
καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν· ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο.
但由于当地守军极其坚决地抵抗,加之要塞天险的险峻之势相助,蛮族未建寸功即被击退,遂撤兵而去;继而迅速向阿巴斯戈伊人进发。
Ῥωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτην τε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαν τε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο.
然而驻守在茨比莱的罗马军占据了那条极其狭窄、陡峭且全然无法通行的通道——正如我先前所述——阻挡了他们的去路。
διὸ δὴ οὐκ ἔχων ὁ Μερμερόης καθ’ ὅ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπί τε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦ τε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις.
因此,梅尔梅罗伊斯无计突破抵抗者,遂率军后撤,随即前往阿凯奥波利斯企图围攻。在对城垣试攻无果后,他再度折返。
Ῥωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν.
罗马军在险峻地形中尾随撤退的敌军,杀敌甚众,萨比尔人的首领亦碰巧阵亡其中。
μάχης τε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς2 βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπί τε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ῥωμαίοις τε καὶ Πέρσαις ἐπέπρακτο τῇδε.
围绕尸体展开了一场激战,后来波斯人在掌灯时分力克对手,将其击溃,撤往科泰斯与莫凯雷西斯。罗马人与波斯人在此地的战事便告一段落。
Τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ῥωμαίοις εὖ τε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγου τε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι.
然而,利比亚的一切事务对罗马人而言却十分顺利完满。盖因查士丁尼皇帝任命为当地统帅的约翰,获得了非言语和听闻所能尽述的显赫成就。
ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τά τε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαν τε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳ τε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντό τε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ.3
他与毛鲁西奥伊人的一位名为库齐纳斯的首领结盟,先是在战斗中击败其余各部,不久后又降服了统治拜扎基翁与努米底亚毛鲁西奥伊人的安塔拉斯与亚乌达斯,使他们如同奴隶般顺从他。
καὶ ἀπ’ αὐτοῦ πολέμιον Ῥωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοις τε καὶ στάσεσιν ἔρημος ἀνθρώπων ἡ χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.
因此,在此期间利比亚未曾发生任何不利于罗马人的敌对行动。然而,由于先前的战乱与暴动,这片土地绝大部分依然处于荒无人烟的状态。
- 8.17.1διὰ σπουδῆς εἴη
介词 διά 与属格名词 σπουδῆς 结合系动词 εἴη,构成述谓性惯用表达,意为“对……而言是极其关切之事”或“殷切希望”,与格 Ἰουστινιανῷ βασιλεῖ 表关涉的主体。
- 8.17.19περὶ λύχνων ἁφάς
由介词 περί 与宾格 λύχνων ἁφάς(点灯)构成的表示时间的习用短语,指“掌灯时分”或“黄昏入夜之际”。
- 8.17.21ἐν ἀνδραπόδων λόγῳ
由 ἐν ... λόγῳ 统辖属格名词 ἀνδραπόδων 构成的习惯搭配,意为“处于奴隶的地位”或“视同奴隶一般”。
