- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.16.19-8.16.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知波斯大军推进后,古巴泽斯王与罗马诸将退避至山地,在严冬与饥馑中苦苦坚守。控制了莫凯雷西斯的梅尔梅罗伊斯致信古巴泽斯,劝其臣服或退位流亡,但古巴泽斯坚持寄望于罗马援军而拒绝屈服。
ὅπερ ἐπεὶ Γουβάζης τε καὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, οὐχ ὑποστάντες τῶν πολεμίων τὴν ἔφοδον διελύθησάν τε καὶ διεσώθησαν ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν.
当古巴泽斯与罗马军将领们获悉此事后,因未能抵挡住敌人的进攻而四散奔逃,各自尽其所能逃生。
ὅ τε Γουβάζης ἀναδραμὼν ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς διεχείμαζε ξύν τε τοῖς παισὶ καὶ τῇ γυναικὶ καὶ τοῖς ἐς τὰ μάλιστα ἐπιτηδείοις, τῇ μὲν ἀμηχανίᾳ τῶν παρόντων κακῶν διαμαχόμενος πρὸς τὴν ἀπὸ τῆς ὥρας ἀνάγκην, ἐλπίδι δὲ τοῦ Βυζαντίου1 ἐς τὸν μέλλοντα χρόνον θαρσῶν, ταύτῃ τε τὴν τύχην παρηγορῶν τὴν τότε παροῦσαν, οἷά γε τὰ ἀνθρώπεια, καὶ καραδοκῶν τὰ βελτίω. καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλως τε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανά τε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες.
古巴泽斯奔逃至山岭隘口,与他的子女、妻子以及最亲近之人一同度过严冬;他一方面在眼前灾祸的困顿中与时令的严酷搏斗,另一方面则寄望于拜占庭以自励于未来,借此抚慰当时临头的厄运——正如人事之常理——并静候局势的好转。其余的拉齐人亦出于对古巴泽斯王的敬重,同样在悬崖绝壁中熬过寒冬,他们在那里虽不惧怕来自敌人的任何危险——盖因对于图谋进攻者而言,尤其在冬季,这些山峦确实令人无可奈何且全然无法接近——却在饥馑、严寒与其余的疾苦中备受折磨。
Ὁ δὲ Μερμερόης οἰκία τε πολλὰ κατ’ ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶν τε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν· οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τά τε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος.
梅尔梅罗伊斯则在莫凯雷西斯各村落中随意营建了许多房屋,在当地各处储备了所需物资,并派遣若干逃亡者前往各山峰顶峦提供确凿誓约,成功招揽了许多人;他对这些缺乏生活必需品的人慷慨供给物资,如对待家眷般加以照料,并以该地主人的身份,在毫无顾虑中措置其余一切事务。
καὶ πρὸς Γουβάζην ἔγραψε τάδε· “Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ’ ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει.
他向古巴泽斯修书如下:“有两样事物规范着人世的生活,即力量与知虑。盖因凡在力量上胜过邻近之人者,既凭权柄生活,又恒常随其所愿驱遣弱者;而凡因自身衰弱而屈服于强者之人,则以明智医治无力,以逢迎巴结统治者,并同样能安居于自身乡土,通过奉承而享有他们因衰弱所注定丧失的一切。
καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισὶ σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει.
而此事并非在某些部族中如此运行而在其他部族中有所不同,乃是在全普天之下的所有人中,正如其他自然之理一般扎根于天性。
καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν.
因此,亲爱的古巴泽斯,若你自以为能在战事中压倒波斯人,便切莫迟疑,亦莫让任何事物阻挡你的去路。
εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις· ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς.
盖因你在拉齐卡无论选定何处,皆会发现我们在迎候你的来袭,并竭尽全力为此地列阵迎战;如此,你便可在角逐之中向我们彰显你的英勇。
εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δέ, ὦ ʼγαθέ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτόν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον.
然而,若你自己亦自知无力抗衡波斯人的力量,那么,善人啊,你就应当施行第二条途径,即‘认识你自己’,并向你的主人库思老屈膝敬拜,视其为君王、战胜者与主宰。
αἴτει τέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν.
向他恳求对你的前嫌施予宽恕,以便你今后得以摆脱困扰你的祸患。
ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις.
我本人敢于担保,库思老国王必对你施以宽仁并赐予信誓,向你提供波斯显赫长官之子嗣作为人质,使你得以在万世之中安稳保全自身性命与王位以及其他一切。
εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστίν,2 ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν μηδὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος· λέγω δὲ τῆς Ῥωμαίων ἐπικουρίας. οὐ γάρ σοι τιμωρεῖν ποτὲ δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε.” Μερμερόης μὲν ταῦτα ἔγραψε.
但若这两者皆非你所愿,那么你便前往别国,让因你的昏聩而陷入苦难的拉齐人终于得以喘息,并从压迫他们的艰困中恢复过来;切莫寄托于靠不住的希望——我指的是罗马人的救援——而企图将这无尽的毁灭强加于他们。 盖因他们永无可能向你提供援手,正如他们直到今日亦未能做到一样。”梅尔梅罗伊斯便写下了这些。
Γουβάζην δὲ οὐδ’ ὣς ἔπειθεν, ἀλλ’ ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ῥωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ῥωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων.
然而即使如此,他仍未能说服古巴泽斯,古巴泽斯依然留在山岳的丘阜之中,静候来自罗马人的救援,并出于对库思老的仇恨,绝不愿倒向对罗马人的绝望。
οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη,3 τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.
盖因世人绝大多数总是将理智迎合其意愿之需,对取悦自己的言论总是趋之若鹜,并接纳其引申出的一切,毫不探究其是否为虚妄;而对令自己不悦的言辞则怀恨不信,毫不查验其是否属实。
- 8.16.20ἐλπίδι δὲ τοῦ Βυζαντίου
属格 τοῦ Βυζαντίου 并非表示对象的宾格性属格(“对拜占庭的希望”),而是表示起源或来源的属格(“来自拜占庭的希望”),在文境中指对来自帝国中央的援军与支持的期盼。
- 8.16.30εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστίν
人称代词与格 σοι 与现在分词与格 βουλομένῳ 同 εἰμί 结合的惯用结构(“人称与格+分词与格+εἰμί”),意为“若这两者皆非你所愿”。
- 8.16.33οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη
表示审察的分词 διασκοπούμενοι 后接连词 μή 与希求法 εἴη。此结构类同惧虑动词句式,意为“毫不探究其是否为虚妄(不防其有假)”,与后文的 οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη 形成严格对仗。
