← 普罗科皮乌斯

战史

§8.16.1-8.16.18

乌提梅雷奥斯的降伏与梅尔梅罗伊斯的进军

当拜占庭就和约进行交涉之际,在拉齐卡,提奥弗比奥斯通过欺诈使乌提梅雷奥斯要塞向波斯军献降,梅尔梅罗伊斯得以巩固周边地区,并进军围剿在法西斯河口集结的罗马与拉齐人联军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.16.1

Ἐν ᾧ δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ῥωμαίοις τε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι.

正当罗马人与波斯人在拜占庭就和约进行这些交涉之际,在拉齐卡发生了以下诸事。

§8.16.2

Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ῥωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβουλεύειν θάνατον ᾔσθετο.

拉齐人之王古巴泽斯对罗马人抱有善意,因为正如我在前文所述,他察觉到库思老正在密谋将其置于死地。

§8.16.3

τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ῥωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ’ ἀπαλλαξείοντες1 τῆς Ῥωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα αἱρούμενοι.

然而大多数其余的拉齐人,由于遭受罗马士兵无可挽回的暴行,且对军队将领尤为愤懑,因而在绝大程度上依附波斯人;这并非出于对波斯事业的喜爱,而是急欲摆脱罗马人的统治,并在诸般灾患中挑选那暂时尚未临头的祸事。

§8.16.4

ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος ὡμολόγησεν.

在拉齐人中有一位名望不小的男子,名叫提奥弗比奥斯,他与梅尔梅罗伊斯秘密接洽,答应献出乌提梅雷奥斯要塞。

§8.16.5

ὁ δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ’ εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ’ αὐτοῦ δόξῃ τε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον ἠπείγετο.

梅尔梅罗伊斯以莫大的期望鼓动他,催促他付诸行动,声称凭借此举他将成为库思老国王至为亲密之友,在波斯人中世世代代被记录为恩主,并由此在声望、财富与权力上变得显赫。提奥弗比奥斯受此激励,更加紧迫地致力于这一行动。

§8.16.6

Καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ῥωμαίοις τε καὶ Λαζοῖς τότε, ἀλλ’ οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ῥωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἢ ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο· καὶ Γουβάζης αὐτός, ὁ Λαζῶν βασιλεύς, ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς ἡσυχῆ ἔμενε.

盖因当时罗马人与拉齐人之间全无任何往来;波斯人得以极其自由地漫游于当地各处,而罗马人与拉齐人中,有的潜匿在法西斯河畔,有的则进据阿尔凯奥波利斯或该地的其他要塞隐蔽不出;连拉齐人之王古巴泽斯本人,亦在山岭高处静止未动。

§8.16.7

πόνῳ γοῦν ὁ Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖς τε καὶ Ῥωμαίοις οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον ὡς ἅπας μὲν ὁ Ῥωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ’ αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐδέ τις ἐλπὶς Ῥωμαίοις ποτὲ ἢ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος. τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδας τε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς· νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν.2

因此,提奥弗比奥斯毫不费力地便向梅尔梅罗伊斯兑现了承诺。盖因他来到要塞之中,对驻防其间的拉齐人与罗马人宣称,罗马大军已全军覆灭,古巴泽斯王及其周围的所有拉齐人的大势已荡然无存,全科尔基斯已被波斯人占据,罗马人或古巴泽斯今后再无任何收复该地控制权的指望;盖因此前梅尔梅罗伊斯乃凭一己之力办成此事,率领了七万余名波斯战斗人员以及大批萨比尔蛮族;如今库思老国王本人更统领不可胜数的大军骤然与他们会师于此,以致此后甚至连科尔基斯本土都无法容纳这支庞大的军队。

§8.16.9

ταῦτα τερατευσάμενος Θεοφόβιος ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς.

提奥弗比奥斯以这番耸人听闻的虚妄之辞,使那里的驻军陷入巨大的恐惧与束手无策之中。

§8.16.10

καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι.

守军苦苦恳求他,以祖先的神祇之名祈请他在力所能及的范围内,为他们妥善安排眼下的局势。

§8.16.11

καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ’ ᾧ τὸ φρούριον ἐνδώσουσι3 Πέρσαις. Ἐπεί τε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίς τε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν.

提奥弗比奥斯遂向他们承诺,条件是他们将要塞献给波斯人,他便从库思老那里为他们带来关于人身安全的确凿信誓。当这些人赞同了这一方案,他便立刻离开该地,再次来到梅尔梅罗伊斯面前将一切悉数相告。

§8.16.12

ὁ δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τά τε πιστὰ παρεξομένους ἀμφί τε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας.

梅尔梅罗伊斯挑选了波斯人中最具威望的男子,随同他前往乌提梅雷奥斯,既向那里的守军提供关于其财产与人身安全的保证,又接管这座要塞。

§8.16.13

οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο.

波斯人遂以此种方式夺得了乌提梅雷奥斯要塞,并极坚固地确立了对拉齐卡的控制权。

§8.16.14

οὐ μόνην δὲ Λαζικὴν ταύτην οἱ Πέρσαι ὑποχειρίαν πεποίηνται, ἀλλὰ καὶ Σκυμνίαν τε καὶ Σουανίαν, ἐκ δὲ Μοχηρήσιδος ἄχρι ἐς Ἰβηρίαν ἄβατα Ῥωμαίοις τε καὶ τῷ Λαζῶν βασιλεῖ ξύμπαντα τὰ ἐκείνῃ χωρία τῷ τρόπῳ τούτῳ ἐγένετο.

波斯人不仅降伏了这处拉齐卡,亦将斯库姆尼亚与苏阿尼亚置于治下,从莫凯雷西斯直至伊比利亚,该地的全部区域皆以这种方式变得使罗马人与拉齐人之王无法涉足。

§8.16.15

ἀμύνεσθαι δὲ τοὺς πολεμίους οὔτε Ῥωμαῖοι οὔτε Λαζοὶ εἶχον, ἐπεὶ οὐδὲ καταβαίνειν ἐκ τῶν ὀρῶν ἢ τῶν ὀχυρωμάτων ἐτόλμων οὐδέ πη τοῖς πολεμίοις ἐπεξιέναι.

罗马人与拉齐人皆无力抵御敌人,因为他们甚至不敢从山地或堡垒中下山,亦不敢在任何程度上出击迎敌。

§8.16.16

Μερμερόης δὲ τῆς τοῦ χειμῶνος ἐγκειμένης ὥρας ξύλινον μὲν τεῖχος ἐν Κόταϊς ἐτεκτήνατο, φρουράν τε Περσῶν τῶν μαχίμων οὐχ ἧσσον ἢ τρισχιλίων ἐνταῦθα καταστησάμενος, ἔν τε τῷ Οὐθιμέρεος ἄνδρας αὐτάρκεις ἀπολιπών.

梅尔梅罗伊斯由于冬季迫近,在科泰斯修筑了一道木制城墙,在当地安置了不下三千名波斯精锐驻军,并在乌提梅雷奥斯留下了充足的人手。

§8.16.17

οἰκοδομησάμενος δὲ καὶ τὸ ἄλλο Λαζῶν φρούριον, ὃ δὴ καλοῦσι Σαραπανίν, πρὸς αὐτοῖς μάλιστα τοῖς ἐσχάτοις ὁρίοις Λαζικῆς κείμενον, αὐτοῦ ἔμενεν.

他又重修了拉齐人的另一座要塞——即他们所称的萨拉帕尼斯,该堡恰好坐落于拉齐卡的最极边境上——并在该地驻扎。

§8.16.18

ἔπειτα δὲ Ῥωμαίους τε καὶ Λαζοὺς ἀγείρεσθαί τε μαθὼν καὶ ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος, παντὶ τῷ στρατῷ ἐπ’ αὐτοὺς ᾔει.

此后,他获悉罗马人与拉齐人正重新集结并扎营于法西斯河口一带,便率领全军向他们进发。

语法注3 条
  1. 8.16.3ἀπαλλαξείοντες

    意图动词(desiderative)ἀπαλλαξείω的主动现在分词,由ἀπαλλάσσω的词干附加意图后缀-σείω构成,表达主体强烈的意愿:“渴望摆脱”。

  2. 8.16.8οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν

    间接引语中 ἄν 与不定式结合的句式(承接前面 ἔφασκε 引出的转述结构),代表直接引语中的潜能希求法(optative with ἄν)。动词 ἐπαρκέσειν 支配与格 τῇ στρατιᾷ ταύτῃ(“足够、容纳”),与否定词 οὐκ 结合,表示“此后甚至连科尔基斯本土也无法容纳这支大军”。

  3. 8.16.11ἐφ’ ᾧ τὸ φρούριον ἐνδώσουσι

    ἐφ’ ᾧ 引导将来直陈式(ἐνδώσουσι)的句式,表示约定或协定的附带条件:“以他们将要塞交出为条件”(其功能与接不定式的 ἐφ’ ᾧ 相当)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.16.1-8.16.18