← 普罗科皮乌斯

战史

§8.15.16-8.15.25

使节伊斯迪古斯纳斯归国与秋季气候反常

民众愤慨于休战实际上使罗马沦为纳贡属国,而使节伊斯迪古斯纳斯则满载财富并享有前所未有的自由返国;与此同时,秋季出现了异常酷热和花果反季复发的异象,引发了术士的预言与作者的理性评析。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.15.16

καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονός, δόξαν1 δὲ οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δέ, ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ῥωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο.

他们还议论道,波斯人如今借着休战之名,以极其牢固的方式达成了自古以来汲汲以求、却曾被认为无论通过战争还是其他任何途径都绝不可能实现的目标——我指的是,让罗马人沦为其纳贡之附庸。

§8.15.17

τάξας γὰρ ὁ Χοσρόης Ῥωμαίοις κεντηναρίων ἐπέτειον τεσσάρων δασμόν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τανῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει, ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ᾗπερ ἐρρήθη.

盖因库思老向罗马人摊派了每年四肯特纳利亚的贡赋,而这正是他自始至终显露无遗的贪求,如今他以体面的名义,借休战为托词,堂而皇之地攫取了涵盖十一年又六个月的四十六肯特纳利亚,将贡赋冠以“条约”之美名,尽管在此期间他一如前文所载,仍在拉齐卡施加暴力并大动干戈。

§8.15.18

ὧνπερ Ῥωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐν ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι.

罗马人此后对于在未来摆脱此等枷锁已不再抱有任何指望,反而明悟到自己已然公开沦为波斯人的纳贡属国。

§8.15.19

ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλόμενος ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ’ οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκει τε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο.

这些事情便如此告一段落。而伊斯迪古斯纳斯则聚敛了以往任何使节都未曾拥有的巨额财物,成为在我看来全波斯最为富有之人,随后启程返国;因为查士丁尼皇帝给予了他至高规格的礼遇,并赐予巨额财富后予以遣送。

§8.15.20

μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ’ αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ῥωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει.

在所有使节中,唯独他未曾受到任何监视拘管,他本人以及随行的大批蛮族部众——其人数极其庞大——在漫长时期内享有充分的自由,可随意与任何人会面往还,漫步于全城各处,随心所欲地买卖货物,订立各项契约,并在毫无顾忌的情况下从事相关商贸,一如在他们自己的城邑之中,既无罗马人随从跟随,亦无人与其同行,更无人依循惯例认为应当对其严加看管。

§8.15.21

Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι,2 γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον·3 ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων.

正当此时,发生了一桩据我们所知此前从未有过的异事。当时虽为岁末秋季,却出现了罕见惊人的干旱与酷热,宛若盛夏一般;以致玫瑰花竟然繁茂绽放宛若春日,与寻常所见之花绝无任何二致。

§8.15.22

καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν.

几乎所有的果树皆再次结出崭新的果实,葡萄藤上也同样挂满了果串,尽管葡萄采收在不久之前才刚刚结束。

§8.15.23

οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθόν, οἱ δὲ τοὐναντίον.

精于此道者以此为征兆,预言将有重大的意外之事发生,有人以为吉,有人则以为凶。

§8.15.24

ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ.

但我以为,此等现象当归因于某种巧合,盖因南风依其惯常剧烈吹袭,由此给该地区带来了反常且不合季节常理的大量热气。

§8.15.25

εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.

然而,倘若诚如这些人所言,此兆确乎预示着某种出人意料的事态降临,我们自当根据日后的事态结局获得最确凿的知晓。

语法注3 条
  1. 8.15.16δόξαν

    中性分词 δόξαν 在此充当对格绝对结构(accusative absolute),以后续的不定式从句 οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι(“既无法通过战争得胜、亦不可能以其他任何方式实现”)作为其实质上的主语。该词亦可视为与前面的中性宾格短语 τὸ ... γεγονός 保持一致的同格分词,但视作非人称动词 δοκεῖ 派生而来的对格绝对分词更能严谨地说明其句法功能。

  2. 8.15.21ὅσα γε ἡμᾶς εἰδέναι

    此为限制性不定式结构(restrictive infinitive),由关系代词 ὅσα 与对格主语 ἡμᾶς 构成固定短语,意为“就我们所知”。它将前面全称否定表达 τῶν οὔπω πρότερον ... γεγονότων 的范围限定在作者个人的见闻之内。

  3. 8.15.21θαυμαστὸν ὅσον

    此为 θαυμαστόν ἐστιν ὅσον(“那是何等令人惊叹”)省略动词 ἐστί 而形成的习用副词短语。在此处修饰 αὐχμὸς δὲ καὶ πνιγμὸς,起到副词性强调作用,意为“令人惊异地激烈”或“非同寻常地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.15.16-8.15.25