- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.15.1-8.15.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
查士丁尼与波斯使节伊斯迪古斯纳斯达成五年休战协定并支付巨额黄金,同时释放了俘虏贝尔萨布斯,然而罗马民众对此极为不满,担忧将永久失去拉齐卡。
Ἐν δὲ Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ βασιλεῖ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος.
在拜占庭,库思老的使节伊斯迪古斯纳斯就和平一事与查士丁尼皇帝展开谈判,耗费了极长的时间。
πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ’ ᾧ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι,1 φοιτῶντας δὲ παρ’ ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους ἐν τούτῳ τῷ χρόνῳ τά τε ἀμφὶ Λαζικῇ καὶ Σαρακηνοῖς διάφορα διοικήσασθαι.
在激烈争执之后,他们最终达成协议,条件是在两位君主各自的辖境内实现为期五年的休战,并且在这段时期内,双方互派人员、无所畏惧地遣使往还,以此解决有关拉齐卡及萨拉森人的争端。
ξυνέκειτο δὲ Πέρσας πρὸς Ῥωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσιν, ὑπὲρ δὲ μηνῶν ὀκτωκαίδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ’ ἀλλήλους ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ.
双方亦议定,波斯人当从罗马人处获得总额二十肯特纳利亚黄金,作为这五年休战的报酬;另获六肯特纳利亚,用于偿付自前度休战至本次休战之间、双方互通使节所耗去的十八个月。
ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι.
因为波斯人坚称,正是在此条件之下,他们方才首肯开启有关条约的会谈。
ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν.2
伊斯迪古斯纳斯主张当场立即将这二十肯特纳利亚全数提走,而皇帝却打算每年给付四肯特纳利亚,其确切用意正是在于握有抵押,使库思老不致背弃誓约。
ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ῥωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν, τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν.
然而其后,罗马人仍将约定的全部黄金立即付与波斯人,以免显得每年都在向其缴纳贡赋。
τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι.
因为世人大抵总是对可耻的名目感到羞愧,而非对实际的行径感到羞耻。
Ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα, λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος.
波斯人中有一名唤贝尔萨布斯者,尤为出类拔萃,且极受库思老王之宠信。
ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίοις παραπεπτωκότα ἐν ξυμβολῇ δορυάλωτον εἷλεν, ἔς τε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψε.
昔日当瓦莱里安在亚美尼亚境内的交锋中正巧撞见他时,便将其生擒俘获,并立即押送拜占庭呈献皇帝。
καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη. βουλομένῳ τε ἦν τῷ Χοσρόῃ3 χρημάτων ὑπὲρ αὐτοῦ προΐεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη.
他被羁押该处消磨了诸多光阴。库思老本极愿为其抛掷巨额资财,但求能目睹贝尔萨布斯重返波斯故土。
ἀλλὰ νῦν ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα Ἰουστινιανὸς βασιλεὺς τὸν ἄνδρα ἀφῆκεν· ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα.
然而此刻因伊斯迪古斯纳斯提出求请,查士丁尼皇帝便释放了此人;盖因这位使节向皇帝许诺,必将说服库思老将波斯大军撤出拉齐卡。
ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ῥωμαίοις τε καὶ Πέρσαις, πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
此次休战订立于查士丁尼皇帝掌握独裁统治之第二十五年,乃于罗马人与波斯人之间达成。
ταύταις δὲ ταῖς σπονδαῖς Ῥωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο. καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο τὴν μέμψιν, οἷά γε τὰ τῶν ἀρχομένων, οὐκ ἔχω εἰπεῖν.
然而罗马民间的大多数人对此和约深感愤懑。至于他们的非难究竟合乎情理抑或欠缺考量——正如被统治者的常态那般——我则无从断言。
Ἔλεγον δὲ ὅτι δὴ Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἀρχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μή τις πενταετὲς αὐτοὺς ἐνοχλήσῃ, ἀλλ’ ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται.
他们议论道,此项条约恰在波斯人最牢固地掌控拉齐卡之际订立,致使五年之内无人能对其骚扰侵犯,反而使他们能够在这整段时期内更加高枕无忧、不费吹灰之力地盘踞于科尔基斯全境最丰饶之地。
ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ῥωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο·
由此一来,罗马人往后千秋万代皆无法以任何手段将其逐出,甚至拜占庭今后亦将门户大开、易遭波斯人自该处进犯。大众思及这般前景,无不怨愤难平,满怀忧惧而不知所措。
- 8.15.2ἐφ’ ᾧ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι
介词短语 ἐφ’ ᾧ(“在……条件下”)引出不定式 εἶναι 以及后文的 διοικήσασθαι,构成规定条约条件的条款。宾格 τὴν ἐκεχειρίαν 充当 εἶναι 的逻辑主语,而宾格复数分词 φοιτῶντας 与 ἐπικηρυκευομένους 则指代未明确写出的双方使者与代表。
- 8.15.5τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν
冠词属格不定式短语 τοῦ... ἐνέχυρον ἔχειν 作为指示代词短语 τούτου δὴ ἕνεκα(“正是为了这一目的”)的同位语,进一步阐明具体用意。在此结构中,带有否定词 μή 的不定式 παραβῆναι(逻辑主语为宾格 Χοσρόην)限定说明名词 ἐνέχυρον(抵押/担保),意为“使库思老不致背约的抵押”。
- 8.15.10βουλομένῳ τε ἦν τῷ Χοσρόῃ
分词 βουλομένῳ、系动词 ἦν 与与格名词 τῷ Χοσρόῃ 结合构成的惯用句式,意为“合乎库思老的愿望”或“库思老渴望”。后接的不定式 προΐεσθαι 充当该愿望的具体内容。
