- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.14.37-8.14.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在记述了埃德萨吓退战象的后续与双头婴儿的异象后,驻扎在阿凯奥波利斯的波斯军与多洛米泰人遭遇惨败并蒙受巨大的人马损失;梅尔梅罗埃斯率部退守莫凯雷西斯,修补科泰斯要塞并封锁罗马交通要道。
κραυγμὸν γάρ τινα, ὤν, ὡς τὸ εἰκός, ἠρτημένος, ὁ χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει. ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε.
因为那头猪因被悬挂而自然从那里发出尖叫,战象闻之受惊,遂扬蹄立起,一步步倒退退却。彼时之事便是如此化解的。
νῦν δὲ τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου.1 ἀλλ’ ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν.
然而这一次,命运却弥补了罗马人因疏忽而遗漏的不足。不过,既然我已提及埃德萨,便不可对此次战争之前发生于该处的异象保持沉默。
ἡνίκα γὰρ ὁ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδάς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον. ὃ δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν.
盖因当库思老即将撕毁所谓“永久和平”之际,城中一女子怀胎产下一婴,其余体态大致酷似人形,却生有两个头颅。而此兆之意,终因后事之变迁而显露无遗。
Ἔδεσσά τε γὰρ καὶ ἡ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον ἡ πολλὴ Ῥωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
因为埃德萨乃至几乎整个东方,以及罗马帝国朝北风方向的大片疆土,皆化作两位君王争夺之战场。这些事体便如是发生;而我且回归离题之处。
Τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔς τε ὑπαγωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο.
当混乱如此降临于米底大军时,他们当中部署于后方的所有士兵望见前方乱作一团,却全然不知究竟发生了何事,遂心生恐惧,极度溃乱地掉头退却。
ταὐτὸ δὲ τοῦτο καὶ οἱ Δολομῖται παθόντες ʽἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων’ αἰσχράν τινα φυγὴν ἔφευγον, ἥ τε τροπὴ λαμπρὰ ἐγεγόνει.
多洛米泰人亦遭逢同等命运(因他们在高处作战,将发生的一切尽收眼底),仓皇狼狈遁逃,败局遂成定势。
καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ῥωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυζάντιον βασιλεῖ ἔπεμψαν.
蛮族当场阵亡四千人,其中恰有三名将领,罗马人还缴获了四面波斯军旗,随即送往拜占庭呈献皇帝。
ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι,2 οὐ βληθέντας οὐδὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δέ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτω τε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι.
据说他们的战马折损不下两万匹,并非被敌军射死或击毙,而是跋涉长途、途中备尝劳顿,进入拉齐卡后又极度缺乏草料果腹,如此在饥饿与极度虚弱的双重煎熬中死绝殆尽。
Ταύτης δὲ τῆς πείρας ὁ Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτησιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον.
梅尔梅罗埃斯经此挫败,率全军撤往莫凯雷西斯,因为即便在阿凯奥波利斯失利,波斯人仍旧控制着拉齐卡其余绝大部分地区。
Ἀρχαιοπόλεως δὲ ἡ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα—καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἡ ἀρίστη ἐστίν· ἐπεὶ καὶ οἶνος ἐνταῦθα καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει.
莫凯雷西斯距阿凯奥波利斯有一日路程,内有许多人口稠密的村落——此地实为科尔基斯全境最为肥沃之壤;因这里盛产葡萄酒与其他良果,拉齐卡其余地方却绝非如此。
ταύτην παραρρεῖ τὴν χώραν ποταμός, Ῥέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν ἔδοξεν εἶναι.
一条名为雷翁的河流淌经此境,昔日科尔基斯人曾在此筑有一座堡垒,后来他们自己又将大部夷为平地,盖因此堡坐落于过于平坦的原野之上,被认为易遭敌军进犯之故。
Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως ἱστόρησεν.
该堡垒当时在希腊语中被称为科蒂埃昂,然而如今拉齐卡人因不识此语、破坏了名称的谐律,称其为科泰斯。阿里安对此便作如是记载。
ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι· ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ’ αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα καλεῖν.
另有人则言,此地在上古时代乃是一座城邑,名唤科伊泰昂;埃厄忒斯便出身于此,故而诗人们称其为科伊泰昂人,将科尔基斯之地称作科伊泰斯。
Τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ ὁ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος3 αὐτοῦ ἔμενε.
梅尔梅罗埃斯当时急欲重建此堡,但因手头毫无营建工程的准备,加之寒冬已然迫近,遂以最快速度将堡垒倒塌残破之处全改用木材修缮完工,驻扎于此。
τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα· ἐν ᾧ δὴ φυλακτήριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον.
科泰斯附近有一座极为险要的堡垒,名为乌蒂梅雷奥斯;拉齐卡人在其中设有严密的守备。
μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ῥωμαῖοι στρατιῶται ὀλίγοι τινές.
亦有少数罗马士兵与他们共同分担此堡垒的防守之责。
ὁ μὲν οὖν Μερμερόης τῷ παντὶ στρατῷ ἐνταῦθα καθῆστο, γῆς τε τῆς Κολχίδος τὰ κάλλιστα ἔχων, ἐμπόδιός τε τοῖς ἐναντίοις γινόμενος ἐς τὸ Οὐθιμέρεος φρούριον τῶν ἐπιτηδείων τι ἐσκομίζεσθαι, ἢ ἐς χώραν τήν τε Σουανίαν καὶ τὴν Σκυμνίαν καλουμένην ἰέναι, καίπερ σφίσιν αὐτῆς κατηκόου οὔσης. πολεμίων γὰρ ἐν Μοχηρήσιδι ὄντων, Λαζοῖς τε καὶ Ῥωμαίοις ὁδοῦ ἀποκεκλεῖσθαι τῆς εἰς τὰ ταύτῃ χωρία ξυμβαίνει. τὰ μὲν οὖν στρατόπεδα ἐπὶ Λαζικῆς ἐφέρετο τῇδε.
梅尔梅罗埃斯遂率全军驻扎于该地,既盘踞着科尔基斯最富庶之土壤,又阻遏了敌军向乌蒂梅雷奥斯堡垒运送任何粮饷,或前往被称为斯瓦尼亚及斯基姆尼亚的地域,即便该地域臣属于他们〔敌军〕。因为敌军既驻于莫凯雷西斯,拉齐卡人与罗马人通往该方诸地的通道便陷于阻断。拉齐卡境内的战局遂如是展开。
- 8.14.38τὸ παρειμένον τῇ Ῥωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου
中性完成时被动分词 τὸ παρειμένον(被遗漏/被怠慢之事)作主动词 ἐπλήρου 的直接宾语。与格 τῇ ... ὀλιγωρίᾳ 表示方式或原因(“因/借由罗马人的疏忽”)。
- 8.14.44ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι
由 φασιν 引导的“带对格的不定式”间接引语结构,ἵππους 为意义上的主语对格,ἀπολωλέναι 为不定式。紧接着的否定分词 οὐ βληθέντας οὐδὲ πληγέντας 以及 ἀλλά 引出的一系列分词(πορευθέντας、ὡμιληκότας、ἐλθόντας、πιεζομένους)均与 ἵππους 保持一致,末尾的 διεφθάρθαι 为与 ἀπολωλέναι 并列的不定式,对前述原因作出总结性表述。
- 8.14.50ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος
中性复数形容词 ξύλινα(木制的)作述语性修饰语,修饰包含先行词的关系子句 ὅσα καταπεπτώκει(凡倒塌之部分),意为“将要塞倒塌的所有部分造为木构”。中动态分词 ποιησάμενος 表示为己设法抢修建造。
