- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.14.19-8.14.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥多纳科斯与巴巴斯激励守军突围出击,罗马人在扑灭内奸所纵大火的同时突袭防备松懈的波斯攻城部队,并借助一头战象发狂踩踏敌阵的混乱大获全胜;作者亦借此前埃德萨守军悬猪退象的旧事,说明此次乱象纯属偶然天成。
ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν ὁ κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκός, συνδιαφθείρονται τοῖς ὀχυρώμασιν. ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες1 ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδές τε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι.
除此以外,即便在城垣上作战的人在交战中侥幸取胜,他们也不会从这胜利中获得任何重大的益处;因为就算当时将敌人击退,到了次日危险便会再度达到顶点,而若稍有失利,按照常理,他们便会与工事一同覆灭。然而,若能在近身肉搏中击溃强敌,此后便能将生机稳妥握于手中。念及于此,让我们怀着全副斗志向敌军进击,祈求来自上天的相助,并因眼下降临的绝望而倍增希望。
τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.”
因为对于自度生机全无之人,神明向来最为惯于予以拯救。”
Τοσαῦτα Ὀδόναχός τε καὶ Βάβας παρακελευσάμενοι τάς τε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε.
奥多纳科斯与巴巴斯如此一番激励后,便打开城门,率领军队疾驰杀出;而少数几个人因如下缘故被留在了城中。
τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι.
前一天,拉齐卡人中有一位在本族中颇有名望、居住于阿凯奥波利斯的人,正与梅尔梅罗埃斯密谋背叛祖国之事。
ὁ δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα ὅ τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο.
梅尔梅罗埃斯并未要求他为波斯人做任何别的事情,只命他在双方展开攻城之战时,暗中纵火焚烧存放谷物及其他给养的房屋。
ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος·2 ἢ γὰρ Ῥωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάς τε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ’ ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, ἢ τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι· καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν.
他下达此令,是料定必有两件事之一发生:要么罗马人奔走全力灭火而耗费时间,使波斯人得以肆意登上城垣;要么罗马人急于击退攻城的波斯军,从而对这些房屋不加理会;而一旦谷物及其他给养以此种方式被焚毁,他们便能在短时间内不费吹灰之力通过围困攻克阿凯奥波利斯。
τοιαύτῃ μὲν γνώμῃ ὁ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν· ὁ δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας.
梅尔梅罗埃斯正是出于这般盘算向这位拉齐卡人下达了指令;后者亦答应只要见到攻城正烈,便尽可能隐秘地引燃这些房舍,以此完全遵令行事。
αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ῥωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν.
罗马人猛然望见烈焰腾空,少数几人便奔赴该处救援,历经艰难扑灭了已造成些许破坏的火灾,而其余所有部队正如前文所述,径直冲向敌军。
Ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας.
他们猝不及防地杀入敌阵,以突袭的震撼让敌军陷入恐慌,斩杀了许多既无力招架也不敢还手之人。
Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ.
因为波斯人绝未料到兵力极其寡少的守军竟敢出城逆袭,他们为了攻城而彼此散开,队伍杂乱无章。
καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοί τε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκός, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον.
那些肩抗攻城槌的人按常理既未携兵刃也无临战准备,而其他人手握拉满的弓弩,根本无法抵御迫近展开肉搏的敌军。
οὕτω δὴ κόπτοντες Ῥωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν.
于是罗马人四下挥砍,不断斩杀他们。此时又恰有一头战象,据某些人说因受了伤,亦或自发陷入狂乱,在毫无秩序中乱转奔突并扬蹄直立,不仅摔下了背上的乘员,还冲乱了其他战阵的队列。
καὶ ἀπ’ αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ῥωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο.
蛮族因此纷纷倒退溃败,而罗马人则更加无所畏惧,不断斩杀挡在前方的敌兵。
θαυμάσειε δ’ ἄν τις ἐνταῦθα δικαίως, εἰ3 Ῥωμαῖοι μέν, ἐξεπιστάμενοι καθ’ ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.
在此人们大可正当地感到惊异:罗马人虽深知应当如何击退敌人以战象发起的进攻,却显然因当前危局心慌意乱而未采取任何应有手段,然而这等退象之事竟全凭天意机缘落到了他们身上。至于此法究竟为何,我随即明言。
Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι’ ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει.4 ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ῥωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον.
当年库思老与米底大军攻打埃德萨城垣时,一头战象背负着波斯军中最善战的精兵群落靠近城垣,大有顷刻间压制该处塔楼守军(因守军头顶不断遭到密集射击)进而攻陷全城之势;因为此物俨然犹如一台攻城重器。然而罗马人从塔楼上吊悬起一头活猪,便化解了这场危机。
- 8.14.20ὧν ἐνθυμηθέντες
分词 ἐνθυμηθέντες(念及、深思)支配中性复数关系代词 ὧν 的属格,此处 ὧν 起指示代词的作用,作为宾格性属格统摄前文陈述的诸般理由。
- 8.14.25δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος
由分词 λογισάμενος(料定、盘算)引导的“对格+不定式”间接引语结构。δυοῖν 为部分属格,τὸ ἕτερον 是 γενήσεσθαι 的对格主语。其后由 ἢ γὰρ ... ἢ ... 引出的两个分句分别以未来时不定式 ἐνδώσειν 与 ποιήσεσθαι 具体说明这两种可能性,均以 Ῥωμαίους 为逻辑对格主语。
- 8.14.34θαυμάσειε δ’ ἄν τις ἐνταῦθα δικαίως, εἰ
带有 ἄν 的希求法(θαυμάσειε δ’ ἄν τις)表示潜在语气(“人们大可正当地感到惊异”)。随后的 εἰ 并非引导条件状语从句,而是接在表示惊奇动词 θαυμάζω 之后引导宾语从句(“对……感到惊奇”)。
- 8.14.35ἐπίδοξος ἦν ὅτι δὴ δι’ ὀλίγου ... τὴν πόλιν αἱρήσει
形容词 ἐπίδοξος(有望的、被预期的)与主语 τῶν τις ἐλεφάντων 一致构成人称结构,后接由 ὅτι 与将来时直陈式(αἱρήσει)引导的从句,替代了常见的动词不定式结构来表达预期的结果。
