← 普罗科皮乌斯

战史

§8.14.1-8.14.18

围攻阿凯奥波利斯与奥多纳科斯鼓舞士卒

梅尔梅罗埃斯因应阿凯奥波利斯的地势,命萨贝伊尔人打造便携攻城槌,并配合多洛米泰人从上下城门发起猛攻;城内守将奥多纳科斯与巴巴斯则激励士卒摒弃苟生之念,决意在肉搏战中克敌制胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.14.1

Κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι.

阿凯奥波利斯坐落于一座极其险峻的丘陵上,一条从城市上方山脉奔流而下的河流从城旁流过。

§8.14.2

πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσί, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ’ ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι·1 αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι δυσπρόσοδοι ἐσάγαν εἰσί· χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσίν, ἐπὶ πλεῖστον διήκοντες.

它设有城门,其中下方的城门沿着丘陵山脚延伸,绝非无法接近,只是从平原通往那里的上坡路并不平坦;而上方的城门通往险崖峭壁,极其难于接近,因为这些城门前方绵延着极广阔的灌木密林。

§8.14.3

ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη.2 Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε καὶ διατεινόμενος ἐποίει τάδε.

由于居住在此地的人完全没有其他水源,城市的建造者便从城内修筑了两道城墙一直延伸到河边,以便人们能够在安全中汲取河水。于是,梅尔梅罗埃斯竭尽全力要在该处实施攻城,便采取了如下举措。

§8.14.4

πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ῥωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει. οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν.

首先,他命令萨贝伊尔人制作大量的攻城槌,其规格要以便于士兵肩挑背负为准;因为他无论如何也无法将惯用的攻城器械运送到依山脚而建的阿凯奥波利斯城墙前,而且他听闻不久前罗马盟友萨贝伊尔人在佩特拉城墙周围的创举,便效仿已有的设想,以图从实际经验中获取成效。他们依令而行。

§8.14.5

κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ῥωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ.

他们随即打造了许多攻城槌,正如我此前所叙述萨贝伊尔人为罗马人制作的那样。接着,他派所谓的多洛米泰人攻向城市险峻的山崖,命令他们倾尽全力骚扰该处的守敌。

§8.14.6

οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε.

这些多洛米泰人是蛮族,虽居住在波斯腹地,却从未臣服于波斯国王。

§8.14.7

ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοις τε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου· μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι.

因为他们定居在陡峭绝壁且完全无法通行的山岭之中,自古至今一直保持独立;他们只是受雇领饷,每当波斯人讨伐敌人时便一同出征。

§8.14.8

καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία.

他们全都是步兵,人人佩带剑和盾,手中握有三支标枪。

§8.14.9

θεῖν δὲ λίαν ἔν τε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, ὥσπερ ἐν πεδίῳ ὑπτίῳ.

他们极擅长在悬崖和崇山峻岭间奔跑,宛如驰骋于平坦平原之上。

§8.14.10

καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούς τε κριοὺς καὶ τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει.

正因如此,梅尔梅罗埃斯部署他们在此处攻城,而他自己则率领其余全军,带着攻城槌和战象向着下方的城门进发。

§8.14.11

οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖς τε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι3 τοὺς ἐνταῦθα Ῥωμαίους ἐκλιπεῖν τὰς ἐπάλξεις.

波斯军与萨贝伊尔人一道向城墙密集放箭,箭矢遮天蔽日,险些逼得驻守该处的罗马人放弃胸墙。

§8.14.12

οἱ δὲ Δολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ’ αὐτοὺς πολεμίους ἐλύπουν.

而多洛米泰人则从城垣外的断崖上投掷标枪,更严重地打击了他们对面的敌军。

§8.14.13

πανταχόθι τε Ῥωμαίοις τὰ πράγματα πονηρά τε καὶ κινδύνων ἔμπλεα ἐγεγόνει, ἔσχατα ἐσχάτων κακὰ πάσχουσι.

罗马人的处境四面楚歌,险象环生,承受着极尽惨烈的灾祸。

§8.14.14

Τότε δὴ Ὀδόναχός τε καὶ Βάβας, εἴτε ἀρετὴν ἐνδεικνύμενοι εἴτε τῶν στρατιωτῶν ἀποπειρᾶσθαι βουλόμενοι, ἢ καί τι αὐτοὺς θεῖον ἐκίνησεν, εἴασαν μὲν τῶν στρατιωτῶν ὀλίγους τινάς, οἷς δὴ ἐπέστελλον ἀπὸ τῶν ἐπάλξεων τοὺς τειχομαχοῦντας ἀμύνασθαι, τοὺς πλείστους δὲ ξυγκαλέσαντες βραχεῖάν τινα παρακέλευσιν ἐποιήσαντο καὶ ἔλεξαν τάδε· “Τὸν μὲν παρόντα κίνδυνον, ἄνδρες συστρατιῶται, καὶ τὴν περιλαβοῦσαν ἡμᾶς ἀνάγκην ὁρᾶτε.

就在此时,奥多纳科斯与巴巴斯不知是出于彰显英勇,还是意在试探士卒,抑或是受了某种神意的驱使,他们只留下少数士兵,命令其在胸墙上击退攻城之敌,而将绝大多数士兵召集起来,作了简短的动员演说,言道:“将士们,眼前的危难和将我们重重包围的困局,你们都亲眼目睹。

§8.14.15

δεῖ δὲ ἡμᾶς τούτοις δὴ τοῖς κακοῖς ὡς ἥκιστα εἴκειν. τοὺς γὰρ εἰς ἀπόγνωσιν σωτηρίας ἐλθόντας τοῦτο ἂν διασώσασθαι δύναιτο μόνον, τὸ μὴ τῆς σωτηρίας ἐφίεσθαι· ἐπεὶ τῷ φιλοψύχῳ τὸ διαφθείρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον ἕπεσθαι πέφυκε.

面对这些灾祸,我们决不可退缩。因为对于陷入生机断绝境地的人来说,唯有一事能让他们绝处逢生,那就是放弃求生的苟念;因为贪生怕死之徒,败亡往往是其必然的归宿。

§8.14.16

καὶ τόδε δὲ ὑμᾶς ἐννοεῖν ἐν τοῖς παροῦσι δεινοῖς δεήσει, ὡς ἐκ τῶν ἐπάλξεων τῶνδε ἀμυνομένοις τοὺς πολεμίους οὐκ ἐν βεβαίῳ τὰ τῆς σωτηρίας ἡμῖν κείσεται, ἢν καὶ τὴν ἀγωνίαν ὡς προθυμότατα διενέγκωμεν.

在当下的险境中,你们还须明白这一点:仅靠守在这些胸墙上阻击敌人,即便我们拼死奋战,生机也绝无法得到保障。

§8.14.17

μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη4 ἀνδραγαθίζεσθαι οὐδενὶ ξυγχωρεῖ, ἀλλ’ ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος.

因为隔空交战不能容任何人施展勇武,往往全凭机运做主。

§8.14.18

ἢν μέντοι ἡ ξυμβολὴ ξυσταδὸν γένηται, τά τε τῆς προθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον κρατήσει καὶ μετὰ τῆς ἀνδρίας ἡ νίκη χωρήσει.

然而,若能展开肉搏接刃之战,士气大多能克敌制胜,而胜利必将与勇武同行。”

语法注4 条
  1. 8.14.2οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ’ ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι

    ἀλλ’ ὅσον 后接不定式(εἶναι)构成副词性限制从句,意为“除……之外”或“仅仅在……的程度上”。不定式的逻辑主语是 ἄνοδον τινά。

  2. 8.14.3ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη

    由 ὅπως ἄν 引导加希求法 εἴη 构成的目的从句。谓语形容词 δυνατά 为中性复数,构成非人称结构,支配不定式短语 τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι(意为“汲取河水成为可能”)。

  3. 8.14.11οὐ μακράν που ἐγένοντο ἀναγκάσαι

    惯用短语 οὐ μακρὰν ἐγένοντο 搭配不定式(ἀναγκάσαι),意为“几乎就要……”或“差一点便迫使……”。主语为波斯军与萨贝伊尔人。

  4. 8.14.17μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη

    短语 ἐκ διεστηκότων 采用中性复数分词(或指相隔两地的战斗人员),意为“从远处”或“隔着距离”,指代依靠投掷类武器进行的远距离交战(与后文的肉搏战 ξυσταδόν 相对)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.14.1-8.14.18