- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.13.14-8.13.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在叙述了拉齐卡边界要塞及罗多波利斯的处置情况后,梅尔梅罗埃斯率波斯军进逼阿凯奥波利斯,但转而先去袭击法西斯河口的罗马主力营地;罗马统帅惊慌渡河逃走,梅尔梅罗埃斯焚毁空营后回军攻打阿凯奥波利斯。
εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ’ αὐτοῦ ἔς τε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο.
因为查士丁尼皇帝向来宽宥臣下将领的过失,由于这个缘故,他们在私生活与公务中大行违法之举屡见不鲜。
Ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδα τε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισὶ καὶ ὅλως δυσκόλοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε.
拉齐人有两座要塞紧临伊比利亚边界,名为斯坎达与萨拉帕尼斯;它们坐落于艰险凶峻的恶地之中,极其难于接近。
ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια ἐσεκομίζοντο.
自古以来,拉齐人付出极大辛劳守卫这两座要塞,因为那里完全不长任何可食之物,必须由人们肩挑背驮运送给养。
βασιλεὺς δὲ Ἰουστινιανὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ῥωμαίων φρουρὰν στρατιωτῶν κατεστήσατο.
但在本场战争之初,查士丁尼皇帝将拉齐人从该地撤换,建立起罗马军的守备部队。
οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντές τε τὰ ἐπιτήδεια πάντα οὐκέτι ἀντεῖχον.
不久之后,这些士兵因物资匮乏困厄不堪,便弃守了这两座要塞;因为他们自己根本无法像科尔基斯人那样长期靠黍类糊口,他们并无此等习俗,而拉齐人也不堪重负,无法再长途跋涉为他们运送所有的生活物资。
Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔν τε ταῖς σπονδαῖς αὐτὰ Ῥωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλου τε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις πάντα ἐρρήθη.
于是波斯人进占并据有了要塞,而后罗马人在条约中以交出博卢斯要塞和法兰吉昂为代价重新换回了它们,正如我在此前篇章中全已交代过的那样。
Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, ὅ τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν.
因此拉齐人将这两处要塞夷为平地,以免波斯人将其作为针对自己的前哨据点。然而波斯人重新修筑了二者之一——即被称为斯坎达的那座——并加以据守;此时梅尔梅罗埃斯率领米底大军继续向前挺进。
Ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ῥοδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδός τε καὶ ἐπιμαχωτάτη ἐς τὰ μάλιστα.
平原上有一座城市,名为罗多波利斯,它是从伊比利亚侵入科尔基斯者最先遭遇之处,极易进犯且极易受到攻打。
διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ οἱ Πέρσαι ἔμαθον, εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν. γνοὺς δὲ ὁ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος ἐπ’ αὐτοὺς ἤλαυνεν.
因此拉齐人早已因惧怕波斯人的进犯,而将其夷为平地。波斯人得知此事后,便直奔阿凯奥波利斯而去。然而梅尔梅罗埃斯获悉敌军正驻扎在法西斯河口一带,便移兵直向他们扑去。
ἄμεινον γάρ οἱ ἔδοξεν εἶναι τούτους πρότερον ἐξελόντι οὕτω δὴ ἐς τῆς Ἀρχαιοπόλεως τὴν πολιορκίαν καθίστασθαι, ὡς μὴ ὄπισθεν αὐτοὶ ἰόντες κακουργήσωσι τὸ Περσῶν στράτευμα.
因为他认为,最好先消灭这股敌人,然后再进行对阿凯奥波利斯的围攻,以免他们从背后袭来,给波斯军队造成祸患。
ὡς ἀγχοτάτω δὲ τοῦ Ἀρχαιοπόλεως περιβόλου γενόμενος ἠσπάσατο ἐρεσχελῶν τε τοὺς ταύτῃ Ῥωμαίους, καί τι νεανιευσάμενος ὡς αὐτίκα δὴ μάλα ἐπανήξει σφίσι.
当进逼至阿凯奥波利斯城墙近处时,他嘲弄地向守在那里的罗马人打招呼,并夸耀轻狂地说,自己很快便会折返回来找他们。
βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι1 Ῥωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον, οἳ δὴ ἐνστρατοπεδεύονται ἀμφὶ ποταμὸν Φᾶσιν.
因为他说,他正心急地想先去会一会驻扎在法西斯河附近的那些其余罗马人。
οἱ δὲ ἀποκρινάμενοι ἰέναι μὲν αὐτὸν ἐκέλευον ὅπη βούλοιτο, ἰσχυρίσαντο μέντοι ὡς, ἢν τοῖς ἐκείνῃ Ῥωμαίοις ἐντύχῃ, οὐ μή ποτε αὐτοῖς ἐπανήξει.2
城中守军回应他说,任他爱去哪里就去哪里,但坚决宣称:如果他遇上了那里的罗马人,就决不可能再回到他们这里来。
ταῦτα ἐπεὶ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, κατωρρώδησάν τε καὶ ἥσσους οἰόμενοι εἶναι ἢ φέρειν3 τῶν ἐπιόντων τὴν δύναμιν ἐς τὰς σφίσι παρεσκευασμένας ἀκάτους ἐμβάντες ποταμὸν Φᾶσιν διεπορθμεύσαντο ἅπαντες, τῶν σφίσι παρόντων ἐπιτηδείων, ὅσα μὲν διακομίζειν οἷοί τε ἦσαν, ἐν ταῖς ἀκάτοις ἐνθέμενοι, τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν ἐμβεβλημένοι, ὅπως μὴ αὐτοῖς οἱ πολέμιοι τρυφᾶν δύνωνται.
罗马军队的统帅们得知此事后惊恐万状,自知无力抵御来袭敌军的兵威,便全部登上了为他们准备好的小舟,渡过了法西斯河;在他们现有的给养中,凡能带走的皆装入舟中带过河去,其余的则投入河中,以免让敌人享用。
γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ ὁ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόν τε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέ τε καὶ ἀπορούμενος ἐδυσφορεῖτο.
不久之后,梅尔梅罗埃斯率全军抵达该处,见敌营全然空绝,既恼怒又因扑空而深感沮丧。
καύσας τε τὸ Ῥωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε.
他焚毁了罗马人的营垒,怒火中烧地立即掉头回军,率领部队向阿凯奥波利斯进发。
- 8.13.26βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι
此处采用了典型的古代典雅句式 βουλομένῳ τινί ἐστιν,由与格代词(οἱ αὐτῷ)及与格分词(βουλομένῳ)与 εἶναι 连用,表示“某人意欲/某人正合心意”。不定式短语 Ῥωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον 充当 εἶναι 的实质主语。
- 8.13.27οὐ μή ποτε αὐτοῖς ἐπανήξει
双重否定 οὐ μή 接将来时直陈式(ἐπανήξει),表达强烈的否定决疑语气(“绝无可能返回”),其句法功能与 οὐ μή 接不定过去时虚拟式相同。
- 8.13.28ἥσσους οἰόμενοι εἶναι ἢ φέρειν
比较级形容词(ἥσσους)后接 ἤ 与不定式(φέρειν),构成表示“能力不足以做某事 / 力量太弱以至于无法承受”的惯用不相称结构。字面意义为“自认为弱于承受进犯之敌的武力”。
