- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.13.1-8.13.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知佩特拉要塞失陷后,梅尔梅罗埃斯改变进军路线,开辟险道并率骑兵与战象进逼阿凯奥波利斯;与此同时,罗马军队分散驻守,主将贝萨斯贪图私利而未扼守险隘,错失御敌良机。
Μερμερόης δέ, δείσας μή τι Πέτρᾳ τε καὶ Πέρσαις τοῖς τῇδε ἀπολελειμμένοις φλαῦρον διὰ χρόνου μῆκος ξυμβαίη, ἄρας παντὶ τῷ στρατῷ ἐνταῦθα ᾔει, ἐπεὶ αὐτὸν ὁ καιρὸς μετὰ τὴν τοῦ χειμῶνος ὥραν ἐς τοῦτο ἐνῆγε.
与此同时,梅尔梅罗埃斯担心由于时日已久,佩特拉要塞以及留驻在那里的波斯人会遭遇不测,加之冬去春来的时令促使他采取行动,便率领全军拔营向那里进发。
μεταξὺ δὲ τὰ ξυμπεσόντα μαθὼν ἅπαντα τῆς μὲν ὁδοῦ ταύτης τὸ παράπαν ἀπέσχετο, εὖ εἰδὼς ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν.1
但在途中得知发生的一切变故后,他完全放弃了这条进军路线,因为他深知在法西斯河以外,除了佩特拉的那座要塞,拉齐人已别无其他据点。
ἀναστρέψας δὲ καὶ καταλαβὼν τὰς ἐξ Ἰβηρίας ἐπὶ γῆν τὴν Κολχίδα εἰσόδους, ἵνα δὴ ὁ Φᾶσις διαβατός ἐστιν, αὐτόν τε πεζῇ διαμείψας καὶ οὐχ ἥκιστα ποταμόν, Ῥέοντα ὄνομα, οὐδὲ αὐτὸν ἐκείνῃ ναυσίπορον ὄντα, τοῦ τε Φάσιδος ἐν δεξιᾷ ταύτῃ γενόμενος ἐπὶ πόλιν, Ἀρχαιόπολιν ὄνομα, ἣ πρώτη τε καὶ μεγίστη ἐν Λαζοῖς ἐστίν, ἐπῆγε τὸ στράτευμα.
于是他折返回军,抢占了从伊比利亚通往科尔基斯之地的隘口,在那里法西斯河可以涉水渡过;他率军徒步渡过此河,尤其是又渡过了一条名叫里昂的河流——该河在那里同样无法行舟——这样便来到了法西斯河的右岸,进逼一座名为阿凯奥波利斯的城池,此城乃拉齐人境内首要且规模最大的城市。
ἦσαν δὲ ὀλίγων χωρὶς ἱππεῖς ἅπαντες, καὶ αὐτοῖς ἐλέφαντες ὀκτὼ εἵποντο. ἐφ’ ὧν δὴ ἔμελλον ἱστάμενοι Πέρσαι τοὺς πολεμίους ὥσπερ ἐκ πύργων κατὰ κορυφῆς ἐνθένδε βάλλειν.
除了少数部队以外,波斯全军皆为骑兵,并有八头战象相随。波斯人打算立于象背之上,如同居高临下的塔楼一般,向下抛射弹矢袭击敌军。
ὥστε εἰκότως ἄν τις Περσῶν τὴν ἐς τοὺς πολέμους ταλαιπωρίαν τε καὶ ἐπιτέχνησιν ἀγασθείη, οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν, κρημνώδεσί τε νάπαις καὶ δυσχωρίαις λοχμώδεσι πανταχόθι ξυνεχομένην, ὕλαις τε οὕτως ἀμφιλαφέσι καλυπτομένην, ὡς καὶ ἀνδρὶ εὐζώνῳ δοκεῖν ἀπόρευτον τὰ πρότερα εἶναι, οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε2 οὐχ ὅσον τὴν ἵππον αὐτῶν ὅλην πόνῳ οὐδενὶ ἐνθένδε ἰέναι, ἀλλὰ καὶ τῶν ἐλεφάντων ὅσους βούλοιντο ἐπαγομένους ταύτῃ στρατεύειν.
因此,人们理当赞叹波斯人在战争中的吃苦耐劳与精妙技艺:从伊比利亚通向科尔基斯的道路,四周悬崖幽谷环绕,荆棘险阻丛生,密林遮蔽,以至于此前即便对轻装步行者而言也被视为无法通行,然而他们却将其修整得极为平坦,不仅全军骑兵能够毫无困难地从此通行,而且还能随心所欲地驱赶任意数量的战象沿此道进军。
ἦλθον δὲ αὐτοῖς καὶ σύμμαχοι Οὖννοι ἐκ τῶν Σαβείρων καλουμένων δισχίλιοί τε καὶ μύριοι.
此外,还有属于所谓萨比尔部族的一万两千名匈人盟军前来投奔他们。
ἀλλὰ δείσας ὁ Μερμερόης μὴ ἐς πλῆθος τοσοῦτον ὄντες οἱ βάρβαροι οὗτοι μήτε τι αὐτῷ ὑπακούειν ἐπαγγέλλοντι ἐθελήσωσιν, ἀλλὰ καί τι ἀνήκεστον ἐς τὸ Περσῶν στράτευμα δράσωσι, τετρακισχιλίους μὲν ξυστρατεύεσθαι σφίσιν εἴασε, τοὺς δὲ λοιποὺς χρήμασι πολλοῖς δωρησάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι.
但梅尔梅罗埃斯担心这些蛮族人数如此庞大,不仅不会听从他的号令,甚至可能对波斯军队造成难以挽回的危害,于是只允许其中的四千人随军作战,对其余的人则赠予重金,遣送回他们原本的居所。
Ὁ δὲ Ῥωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ’ ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχός τε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πολέμια· οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατός, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν3 δυνάμει τῇ πάσῃ.
此时罗马军队共有一万二千人,但并未集中在一处:驻扎在阿凯奥波利斯要塞内的有三千人,由奥多纳科斯和巴巴斯统领,二人皆精于战事;其余的人则在法西斯河口之内安营扎寨,留守待命,其盘算在于:一旦敌军向任何一处发起袭击,他们便能从那里出动,倾全军之力前往增援。
ἦρχον δὲ αὐτῶν Βενῖλός τε καὶ Οὐλίγαγος· ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης ὁ Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων, ᾧ δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο.
统率他们的将领是贝尼卢斯和乌利加古斯;波斯亚美尼亚人瓦拉泽斯也与他们在一起,他刚从意大利归来,随行有八百名查尼人。
Βέσσας γάρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃ τε τῇ σμικρολογίᾳ τὰ Ῥωμαίων αὖθις πράγματα ἔσφηλεν.
因为贝萨斯在攻下佩特拉之后,便再也不愿承受任何劳苦,反而退往本都和亚美尼亚,竭尽全力搜刮其管辖领地所带来的收入,并因这种斤斤计较的贪婪再次葬送了罗马人的大局。
εἰ γὰρ εὐθὺς τότε νενικηκώς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶν τε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει.4
因为如果他在当时获胜并攻陷佩特拉之后,正如我所叙述的那样,立即进军至拉齐人与伊比利亚人的边界,并封锁那里的险隘,在我看来,波斯军队就绝不可能再度进入拉齐卡了。
νῦν δὲ ὁ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως ὀργῆς ὀλίγα φροντίσας.
然而如今,这位统帅轻视了这项艰巨任务,对皇帝的震怒几乎毫不在意,简直是亲手将拉齐卡拱手让给了敌人。
- 8.13.2ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν
短语 ὅτι μή 用作惯用表达,意为“除……之外”,嵌在主句结构 ἄλλο τι χωρίον... οὐκ ἦν(“拉齐人别无其他据点”)之中,与否定词 οὐκ 配合表达“除佩特拉的要塞外别无他所”。前面的 ὅτι 则引导间接引语从句。
- 8.13.5οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν... οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε
关系代词 οἵ γε 引导表原因与特征的关系从句,修饰先行词 Περσῶν。宾语 τὴν ... ὁδὸν φέρουσαν 被中间一系列冗长的分词修饰短语(ξυνεχομένην, καλυπτομένην)及其嵌入的结果从句(ὡς...)与主动词 κατεστήσαντο 及宾语补足语 ὁμαλῆ 隔开,后文再由 ὥστε 引出整条主要结果从句,属于长距离的倒装与分隔结构(hyperbaton)。
- 8.13.9ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατός, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν
指示代词 ἐκεῖνο 起先导预示作用,其具体意图内容由 ὥστε 从句展开。从句体现了历史视角的间接引语(过去的意图),在条件从属句 ἤν πη ἐπισκήψῃ(虚拟式)之后,归结句谓语采用了次要时态序列下的斜格希求法动词 βοηθοῖεν。
- 8.13.12εἰ γὰρ εὐθὺς τότε νενικηκώς... ἦλθε καὶ... ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει
过去反事实条件句。条件从句(protasis)使用直陈式不定过去时(ἦλθε, ἐφράξατο),而归结从句(apodosis)则由 οὐκ ἄν 搭配直陈式未完成过去时 ᾔει(源自 εἶμι),用来表示本该由此确立的持续性状态(波斯军队此后将不再踏入拉齐卡)。
