← 普罗科皮乌斯

战史

§8.12.18-8.12.35

霍斯劳引水渠的发现与贝萨斯名望的恢复

佩特拉陷落后,罗马军发现了霍斯劳所设计的精巧三层地下引水渠;贝萨斯夷平城墙并押送俘虏,重振了此前因失陷罗马而受损的声誉,从而引发出对命运与天意的思索。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12.18

εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς1 τοῖς πολιορκουμένοις πᾶσιν ἐπαρκέσειν.

城中还发现了大量的粮食、腊肉以及其他生活物资,足以供全城被围之人支撑五年之久。

§8.12.19

οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόν τε ὀξίνην καὶ διαρκῆ κύαμον.

然而波斯人并未在此储备葡萄酒,仅仅留存了些许酸酒和充足的豆类。

§8.12.20

ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπίρρεον ἐνταῦθα Ῥωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.

当罗马人发现仍有水从引水渠流入城中时,大感惊异并百思不得其解,直至查明了有关隐秘水渠的全部原委。至于其究竟为何物,我将立刻阐明。

§8.12.21

Ἡνίκα Πέτραν ὁ Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ῥωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει τοιάδε.

当初霍斯劳攻克佩特拉并在此设立要塞时,深知罗马人必将竭尽全力包围该城,且必会毫不迟疑地立刻着手破坏供水管道,于是便构想出如下计谋。

§8.12.22

τοῦτο δὴ τὸ ὕδωρ ὅπερ ἐς τὴν πόλιν εἰσήγετο ἐς τρεῖς διελὼν μοίρας κατώρυχά τε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τρεῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα· ἐνταῦθά τε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆς τε ὄντα καὶ ὁρατὸν πᾶσιν· ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι.2

他将引入城中的水流分为三股,掘开一道极深的地沟,筑造了三道引水渠:第一道置于此深沟的最底部,用粪土和石块覆盖,直至深沟的中部;将第二道隐匿于该处之后,他又在其上方筑造了第三道,露出地面且人人可见;从而使该水渠在暗中呈三层结构。

§8.12.23

ὧνπερ οὐ ξυνέντες κατ’ ἀρχὰς τῆς πολιορκίας Ῥωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέν τε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας.

罗马人在围城之初未能参透此计,切断了那道显而易见的引水渠后,并未进一步向下推进挖掘工程,而是在破坏由此深入之前便停下了工役,自以为被围者已断绝水源,避免劳苦的懈怠误导了他们的判断。

§8.12.24

τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινὰς πολεμίων λαβόντες Ῥωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκουμένους ὑδρεύεσθαι.

但随着围攻日久,罗马人擒获了数名敌军,得知被围者仍旧从水渠中汲水。

§8.12.25

κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐδὲ τοῖς δευτέροις ἐν τῇ ἀπ’ αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρότερα.

于是他们向下挖掘地面,果然在彼处发现了第二道水渠,并立即将其斩断,自以为凭借此举已彻底摧毁敌军的一切力量,却未曾从第二次的经历中吸取先前的教训。

§8.12.26

ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπίρρεον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόν τε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο.

然而在攻陷城市之后,他们正如我所言看见水依然从水渠中涌流不绝,无不大为惊奇并陷入极度的困惑之中。

§8.12.27

τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆς τε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων3 ᾐσθάνοντο.

及至从战俘口中听闻了原委,他们才在事过境迁之后,省悟到敌人在工程上的精严细致,以及自身面对劳苦时的疏忽怠慢。

§8.12.28

Τοὺς μὲν οὖν αἰχμαλώτους ἅπαντας ὁ Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται.

于是,贝萨斯立即将全体俘虏押送给皇帝,并将佩特拉的城垣夷为平地,以免敌人日后再在此处滋生事端。

§8.12.29

καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον καθεῖλε τὸ τεῖχος.

皇帝因其所彰显的勇武,尤其是因其拆毁整座城墙的深思熟虑,对他极尽褒奖。

§8.12.30

γέγονεν οὖν ὁ Βέσσας αὖθις οἷς τε εὐημέρησεν οἷς τε ἀρετῆς πεποίηται δήλωσιν ἀπόβλεπτος ἐς πάντας ἀνθρώπους.

因此,贝萨斯凭借其功业与展现出的勇武,再度成为令举世瞩目的人物。

§8.12.31

ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ῥώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ῥωμαῖοι πολλὴν ἐπ’ αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ πρότερα.

因为当初他在罗马负责卫戍时,罗马人曾对他寄予厚望,因他早先向来以勇烈著称。

§8.12.32

ἐπεὶ δὲ αὐτῷ ἐνταῦθα δεδυστυχηκέναι ξυνέπεσε, Ῥώμης τε οὕτω τοῖς Γότθοις ἁλούσης, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καὶ διεφθαρμένου ἐκ τοῦ ἐπὶ πλεῖστον Ῥωμαίων τοῦ γένους, βασιλεὺς μὲν Ἰουστινιανὸς οὕτω δὴ ἐς Βυζάντιον ἀναστρέψαντα στρατηγὸν κατεστήσατο ἐπὶ Πέρσας αὐτόν.

然而当他在该处遭遇败绩,罗马如我在前文所述落入哥特人之手,且罗马士族大半惨遭屠戮之后,查士丁尼皇帝在他返回拜占庭后,却仍任命他为主掌波斯战事的统帅。

§8.12.33

διέσυρον δὲ τὴν πρᾶξιν ὡς εἰπεῖν ἅπαντες καὶ τὰ βασιλεῖ βεβουλευμένα ἐχλεύαζον, εἰ τῷ Βέσσᾳ τούτῳ, Γότθων τε ἡσσηθέντι κατὰ κράτος καὶ τυμβογέροντι γεγενημένῳ, πόλεμον τὸν Μηδικὸν ἐγχειρίσειεν4 ἐπὶ δυσμαῖς βίου.

几乎所有人皆对此项举措加以指责,并嘲弄皇帝的决断,质问为何要将这米底战事在风烛残年之际托付给这位已被哥特人彻底击垮且已行将就木的贝萨斯。

§8.12.34

ἀλλὰ τούτων σχεδόν τι ἅπασι δεδογμένων, εὐτυχίᾳ τε καὶ ἀρετῇ τοιᾷδε τῷ στρατηγῷ τῷδε ξυνηνέχθη χρῆσθαι. οὕτως ἄρα οὐχ ᾗπερ τοῖς ἀνθρώποις δοκεῖ, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται.

然而,尽管几乎所有人都持此看法,这位将领却得享如此的幸运与勇名。由此可见,人事并非如常人所设想的那样运转,而是由来自神明的权衡所主宰,世人因不知事物何以循着显现出来的轨迹运行,往往习惯称其为“命运”。

§8.12.35

τῷ γὰρ παραλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.

因为人们向来乐于将“命运”之名归于那些看似背离常理之事。不过对于这些问题,就听凭各人随其所愿去理解罢。

语法注4 条
  1. 8.12.18πενταετὲς

    中性单数形容词用作副词性的时间延续宾格(“历时五年”),在时间上限定不定式 ἐπαρκέσειν。

  2. 8.12.22ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι

    由 ὥστε 引导的不定式结果从句。表语形容词 τριώροφον 置于带冠词的宾格主语 τὸν ὀχετὸν 之前,表示施工造成的隐秘三层结构结果。

  3. 8.12.27ὀπίσω τῶν πραγμάτων

    支配属格的副词性介词短语,意为“事过之后 / 事后追悔”,修饰 ᾐσθάνοντο,表示事态全部结束之后才迟钝地醒悟。

  4. 8.12.33εἰ τῷ Βέσσᾳ τούτῳ... ἐγχειρίσειεν

    动词 ἐχλεύαζον(嘲笑)后由 εἰ 引导的间接疑问或内容解释从句,在次生时态后使用斜说祈愿法(ἐγχειρίσειεν),表达众人嘲弄和质疑皇帝人选的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.12.18-8.12.35