- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.12.1-8.12.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝萨斯派兵向困守卫城的波斯守军劝降,但守军执意抗拒并装聋作哑。在罗马人纵火焚烧卫城后,全体波斯人宁死不降,与要塞同归于尽,随后城中大量军械被罗马军缴获。
Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ῥωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν.
次日,罗马人包围了占据卫城的蛮族,并向他们提出交涉,向他们许诺安全,并保证就此立下誓言,指望波斯人借此束手就擒。
οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι’ ἀρετὴν θανατῶντες.
然而他们并不接受这些提议,反而决意顽抗,尽管他们自认无法在苦境中长久坚持,却为了勇武之名而甘求一死。
Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινὰ Ῥωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο.
贝萨斯希望使他们放弃这一打算,重新激起求生的意愿,便命令一名罗马士兵尽可能靠近他们,向那些人进行一番劝导,并指示了他希望对他们说的一切话。
Καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε· “Τί πεπονθότες1 ἐφ’ ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν· οὐδὲ μὴν ἄδοξον̔τὸ τύχῃ τῇ παρούσῃ ἑπομένους βιῶναι.ʼ ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινὸς ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα· κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε.
那名士兵走到最近处,言道:“最优秀的波斯诸君,你们究竟中了什么邪,竟要将自身逼向如此的毁灭,以盲目的狂热求取死地,公然玷污了勇武的行径?抗拒不可战胜的困境并非勇敢,不愿顺从胜利者亦非明智;顺应眼前的命运而求生更绝非可耻。因为必然的绝境在未能获得任何良好希望之时,纵然裹挟了最为可耻的行为,亦能理所当然地免于耻辱;因为无法抗拒的灾难自然会博得宽恕。
μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε,2 ἀλλ’ ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ.
因此,切勿在显而易见的危机中盲从狂妄,切勿以傲慢来交换自保的生路,而当牢记:死者绝无复生的可能,而生还者在日后若确信以此为佳,随时皆可自决。
βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται.
所以请做出你们最后的决断,审视何者有利,当知晓唯有让决断者保留反悔余地的决断,才是万全之策。
ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ῥωμαίοις Χριστιανοῖς νόμος.
至于我们,纵使你们徒劳顽抗,我们亦深表同情;纵使你们甘求一死,我们仍愿手下留情;面对那些对生命轻浮妄动之人,我们亦认为理当施予怜悯,这正是身为基督徒的罗马人的准则。
ἄλλο τε ὑμῖν περιέσται οὐδέν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε· ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν.
你们除了改善自身的体制、以查士丁尼取代霍斯劳为主君之外,绝不会遭受任何其他的处置;因为我们承诺为此向你们立下信誓。
μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ’ οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε.
因此,在能够得救之际,切勿自寻死路。毫无益处地执迷于绝境绝非幸事,因为这绝非展现男子气概,而纯属贪求一死。
γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ’ αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ’ αὐτὴν κινδύνῳ ἐλπίς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετής, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ.
唯有在能够指望从中获得裨益之时,坚忍承受最严酷之境地者才称得上高尚。在伴随其中的危险之上有某种更佳希望存在之处,世人绝不会称赞自愿赴死;无益地终结生命只是轻率的愚蠢,面对死亡的盲目蛮勇,在明智之人看来绝非果敢行动的得体借口。
καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρή, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἄν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις.
况且,你们亦当思量此点,免得被视为对神意顽钝不化。诸君,神若果真欲毁灭你们,我认为祂便绝不会将你们交于急切希望挽救你们之人的手中。
τὰ μὲν οὖν παρ’ ἡμῶν τοιαῦτά ἐστι, βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι ὧνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.”
我们这方的话语便止于此;你们显然会做出与自身身份相称的抉择。”
Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ’ ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο.
劝诫的内容大致如此。然而波斯人甚至连听也不愿听这些话,而是装聋作哑,假装完全听不懂。
καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ῥωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι.
随后,在将领的命令下,罗马人向卫城纵火,以为凭借这一手段敌人便会束手就擒。
τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ’ ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ’ ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ῥωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν.
随着烈焰冲天而起,蛮族人眼睁睁看着灾祸降临,深知自己转瞬之间便将化为灰烬,既无任何指望,亦不知坚守下去何以自救,即便如此亦不愿落入敌人的掌握之中;而在罗马军队对其壮举叹为观止的注视下,全体守军连同卫城顷刻间葬身火海,同归于尽。
δι’ ὅσης τε σπουδῆς ὁ Χοσρόης Λαζικὴν ἦγε τηνικάδε φανερὸν γέγονεν· ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ῥωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν3 σκευήν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυθῆναι ξυνέβη.
霍斯劳当时对拉齐卡是何等重视,在此时暴露无遗:他曾从全军中挑选出最负盛名的精锐战士进驻佩特拉的要塞,并储备了极其大量的武器,以致当罗马人劫掠这些物资时,尽管卫城之中已有许多被烧毁,每名士兵仍分得了相当于五人分量的武装装备。
- 8.12.4Τί πεπονθότες
动词 πάσχω 的完成时主动分词的惯用结构(相当于 τί παθών / τί πεπονθώς),带有强烈的责问与惊异语气:“中了什么邪”“究竟出于何种动机”。此处与后文的 ἐφ’ ὑμῖν αὐτοῖς(向着你们自身)及 διατείνεσθε(急切迈向)连用,质问其自取灭亡的动机。
- 8.12.6μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε
表示交换的动词 ἀλλάσσομαι(中动相)的格支配:宾格(τὴν ἀλαζονείαν)表示“获取之物”,属格(τῆς σωτηρίας)表示“付出的代价”,意为“切勿以自保的生路为代价换取傲慢”。
- 8.12.17ἐπιβαλεῖν
在 ὥστε 引导的结果从句中,不定式 ἐπιβαλεῖν 用作不及物/非人称用法,表示“(份额)归属于、分派给”。它构成了宾格不定式结构,语义上的主语为宾格 σκευήν(装备),支配与格 στρατιώτῃ ἑκάστῳ(给每名士兵)。
