← 普罗科皮乌斯

战史

§8.11.50-8.11.64

贝萨斯重返战场与罗马军攻克佩特拉

贝萨斯获救后旋即重返前线登城,并识破波斯人的求和缓兵之计。在另一处城墙坍塌、约翰奇袭攀上绝壁以及暴风逆刮烧毁波斯木塔的合力之下,罗马军彻底攻陷了佩特拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11.50

οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ’ ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη.

他们便照此行事:一些人拖拽着他,另一些人则护着他一同后退,他们将盾牌在上方相互搭叠,迈步的幅度只与他被拖拽的距离相当,以免他暴露身体而被敌人射中。

§8.11.51

ἐπειδὴ δὲ ὁ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατό τε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆς τε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο.

当贝萨斯到达安全之处后,便站起身来鼓舞部下,向城墙走去,踏上云梯再次奋力登城。

§8.11.52

ἐπισπόμενοι δὲ Ῥωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοί τε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες.

全体罗马人紧随其后,向敌人展现出了配得上勇武之名的壮举。波斯人陷入恐慌,请求对手给予他们一段时间,以便他们收拾行装并在交出城池后撤离。

§8.11.53

Βέσσας δὲ δολώσεις αὐτοὺς ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷός τε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς.

然而贝萨斯怀疑他们是在施展诡计,企图趁机加固城墙工事,便声称自己无法停止交战,但对那些希望就投降协议与他会商的人表示,在两军继续交战的同时,可以与他一同前往城墙的另一处区段,并向他们指出了某处地点。

§8.11.54

Τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολύς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον.

由于他们不接受这一提议,遂再次爆发了顽强的战斗与激烈的推搡;在交锋胜负未分之际,城墙先前已被罗马人掏挖过的另一处地点突然坍塌。于是双方众多兵力纷纷涌向那里。

§8.11.55

καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο.

罗马人在兵力上远胜于敌军,尽管被分成了两股,却仍以远胜之前的势头向敌人猛烈压迫,全力射击并猛烈推挤。

§8.11.56

Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ἡ ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν.

波斯人在两处同时受压,再也无法像先前那样支撑,他们的兵力单薄在被分兵两处后暴露无遗。

§8.11.57

οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνήρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνώδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς.1

正当两军仍如此陷入苦战,波斯人既无法击退紧逼他们的敌人,罗马人亦无法完全强行突入之际,一位亚美尼亚裔的年轻男子,名叫约翰,是托马斯之子,绰号古泽斯,离开了城墙坍塌之处及其间的混战推挤,带领跟从他的少数几名亚美尼亚人,穿过众人都以为城池不可攻克的险峻悬崖,强行突破了该处的守兵攀登而上。

§8.11.58

κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε.2 Πέρσαι οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι.

登上女墙之后,他用长矛刺死了一名在那里防守且看似最为勇悍的波斯人。而罗马人得以突入城中,亦经由以下情形促成: 立于木塔之上的波斯人点燃了大量携火的容器,企图以倾泻而下的投掷物彻底焚毁器械及操作人员,因为抵御者无法用长杆挑开所有落物。

§8.11.60

πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσόν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο.

然而,一阵凶猛且异常狂暴的南风突然带着轰鸣自正面扑向他们,不知怎的引燃了木塔的一块木板。

§8.11.61

οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν ʽπόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, ἥ τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν’ ἡ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν.

塔内的波斯人未能立刻察觉——因为众人都被苦战、喧嚣、恐惧与极度混乱所缠绕,危急的绝境剥夺了他们的感知——火势在以美狄亚为名的油剂及其他配备物料助燃下逐渐蔓延,将整座木塔及其内的波斯人尽数焚毁。

§8.11.62

ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτός, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ’ αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν· οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ’ ἄκρας ἡ Πέτρα ἑάλω.

所有人都化为焦炭坠落下来,有的落在城垣以内,有的则落在垣外,即攻城机械与机械旁的罗马人伫立之处。就这样,其他在城墙坍塌处作战的罗马人,也因敌人败退并陷入消沉而突入了城垣之内,佩特拉城彻底陷落。

§8.11.63

Τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες3 καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας.

波斯军中约有五百人逃上卫城,占据了那里的堡垒驻守不动;其余在交锋中未被杀死的波斯人,罗马人尽数生擒,总数约七百三十人。

§8.11.64

καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης ὁ Θωμᾶ υἱός, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

在这些人中,他们发现仅有十八人完好无损,其余所有人皆已负伤。罗马人中亦阵亡了许多精锐之士,托马斯之子约翰在向敌人展现出令人惊叹的勇武之后,亦在进城入口处被一名蛮族用石块击中头部阵亡。

语法注3 条
  1. 8.11.57βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς

    动词 ἀνέβη 通常是不及物动词,但在本句中与分词 βιασάμενος 紧密结合,支配直接宾格 τοὺς ταύτῃ φρουρούς(该处的守兵),意为“强行突破守兵攀登而上”;亦可理解为 φρουρούς 作分词 βιασάμενος 的宾语,而 ἀνέβη 表攀登这一动作。

  2. 8.11.58ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε

    中性动词性形容词 ἐσβατόν(可进入的、突入通道)名词化,充当无人称含义的动词 ξυνηνέχθη(发生、得以促成)的主语,构成了“罗马人得以突入城中乃是由以下方式促成”的骨干句式。

  3. 8.11.63Τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες

    此处出现根据意义的一致(constructio ad sensum):部分属格 Τῶν Περσῶν 配合介词宾格数量短语 ἐς πεντακοσίους(约五百人)充当逻辑主语,其修饰分词 ἀναδραμόντες 未作属格或宾格,而是根据所指含义采用了阳性主格复数。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.11.50-8.11.64