- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.11.33-8.11.49
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马军使用装有铁钩的长杆配合轻型破城槌猛击佩特拉城墙,波斯人则以火罐还击。七旬主将贝萨斯率先登梯攻城不幸坠地,侍卫结成盾阵护卫,贝萨斯机智下令将自己拖拽撤离险境。
ἑκατέρωθεν δὲ μηχανῆς ἑκάστης ἕτεροι ἵσταντο, τεθωρακισμένοι τε καὶ κράνεσι τὰς κεφαλὰς ἐς τὸ ἀκριβὲς κεκαλυμμένοι καὶ κοντοὺς ἔχοντες, ὧνπερ τὰ ἄκρα σιδηρίοις ἀγκιστροειδέσιν ἐρήρειστο, τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα,1 ὅπως, ἐπειδὰν ἡ τοῦ κριοῦ ἐς τὸν περίβολον ἐμβολὴ ξυγχέῃ τὰς τῶν λίθων ἐπιβολάς, τούτοις δὴ τοῖς κοντοῖς περιαιρεῖν τε τοὺς ξυγχεομένους τῶν λίθων καὶ ἀπορρίπτειν δυνατοὶ εἶεν.
在每架机械的两侧还立有其他人,他们身披铠甲,头部用头盔严密防护,手持长杆,长杆的顶端装有铁钩;这是专为他们准备的,以便当攻城槌的撞击震散石块的叠砌时,他们能够用这些长杆将松脱的石块钩落并掷弃于地。
Ῥωμαῖοι μὲν οὖν ἔργου εἴχοντο καὶ τὸ τεῖχος ἤδη συχναῖς ταῖς ἐμβολαῖς κατεσείετο, οἱ δὲ τῶν μηχανῶν ἐφ’ ἑκάτερα ὄντες τοῖς ἀγκιστροειδέσι κοντοῖς τῶν λίθων τοὺς ξυνταρασσομένους ἀπὸ τῆς κατὰ τὴν οἰκοδομίαν ξυνθήκης ἐρρίπτουν, ἁλώσεσθαί τε ἡ πόλις αὐτίκα δὴ μάλα ἐπίδοξος ἦν.
于是罗马人全力投入作业,城墙在频繁的撞击下已然震颤瓦解,机械两侧的人则用带铁钩的长杆将结构接缝中松动的石块扒落掷下,城池眼看即将陷落。
Οἱ δὲ Πέρσαι ἐπενόουν τάδε. ξύλινον πύργον, ὅσπερ αὐτοῖς ἐκ παλαιοῦ παρεσκεύαστο, καθύπερθεν τοῦ περιβόλου ἐτίθεντο, ἀνδρῶν ἔμπλεων τῶν ἐν σφίσι μαχιμωτάτων, ἥλοις τε σιδηροῖς καὶ θώραξι τάς τε κεφαλὰς καὶ τὸ ἄλλο σῶμα περιβαλόντων.
波斯人见状便生出以下计策:他们将早就备好的一座木塔安设在城墙上方,塔内挤满了他们之中最勇悍的战士,这些人的头部与全身各处皆披覆着铁钉与护甲。
ἀγγεῖα δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον, πυρί τε ταῦτα ὑφάψαντες ἐπὶ τὰς μηχανὰς τῶν κριῶν ἔβαλλον, ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν.2
他们将硫磺、沥青以及米底人称为石脑油、希腊人称为“美狄亚之油”的药剂灌满罐中,引燃这些火罐后掷向破城槌机械,几乎将所有器械尽数焚毁。
ἀλλ’ οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν.
然而,正如我方才所说,那些立于机械旁的人用刚才提及的长杆极其顽强地挑落并清理掷来的燃烧物,立即将所有落物从机械上扫落至地面。
οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον· τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
但他们料想自己无法在这一作业中支撑太久;因为火焰触及之处若不立刻清除,便会瞬间蔓延延烧。这一侧的战况便如此进行着。
Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε.
与此同时,贝萨斯本人顶盔贯甲并武装了全军,将许多云梯推进至城墙坍塌的缺口处。
καὶ λόγῳ τοσοῦτον παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμήν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἢ ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος.
他仅用简短的言辞鼓励部下,以防挫伤这一紧要关头的锐气,其余的号令则付诸实际行动:他虽已年过七旬且已届极迈之年,却率先登上了云梯。
ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ῥωμαίοις τε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι.
于是在此爆发了一场罗马人与波斯人之间的恶战与勇武较量,在我看来,于这一时期在任何地方皆未曾有过与其比拟者。
τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ῥωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες.
因为蛮族的人数总计达两千三百人,而罗马人则恰有六千左右。
καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοις τε λίαν ἐπ’ ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ῥωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο.
双方除了阵亡者之外,几乎全体挂彩,毫发无伤而幸存者寥寥无几。罗马人倾尽全力强攻登城,而波斯人亦竭力将他们击退。
ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον3 Πέρσαι· ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοι τε Ῥωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας ὁ στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο.
随着双方伤亡枕藉,波斯人距离击退险情已相去不远;因为在云梯顶端发生激烈争夺时,许多罗马士兵由于不得不与居高临下的敌人格斗而纷纷阵亡,主帅贝萨斯亦跌落扑倒在地。
καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ’ αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάν τε σπουδῇ ἀμφ’ αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόν τε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο.
此时双方皆爆发出震天的呐喊,蛮族从四面八方涌来向他投掷武器,而侍卫们则迅速围拢在他身旁。他们人人头戴战盔、身穿胸甲,更用盾牌在上方构筑防线,彼此紧贴如一体,在他头顶搭成屋顶般的护罩,不仅将主帅极其严密地掩蔽起来,更倾尽全力击退投来的兵刃。
καὶ πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιν τε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο.
源源不断射来并在盾牌与其他甲胄上撞碎折断的兵器发出了震耳欲聋的巨响,每个人都陷入了呐喊、喘息与极度的苦战之中。
Ῥωμαῖοί τε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρόν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον.
全体罗马人皆急于保卫主帅,片刻不停地向城墙放箭射击,以此遏制住了敌人的攻势。
Τότε δὴ ὁ Βέσσας ʽοὐδὲ γὰρ ἐξανίστασθαι εἶχε,4 τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλως τε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκός τε καί, ὅπερ ἐρρήθη, ἐσχατογέρων’ οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου ᾧπερ αὑτόν τε καὶ τὰ Ῥωμαίων πράγματα διασώσασθαι ἔσχε.
这时贝萨斯——因为全身重甲阻碍,加之身形笨拙,他甚至根本无法自行站起,他体格肥硕,且如前所述已是垂暮老翁——虽已身处如此绝境,却并未陷入束手无策,而是突然心生一计,凭此得以保全了自己与罗马军队的命运:
τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειν τε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν.
他命令侍卫们抓住他的脚将他拖拽而行,尽可能拉离城墙之外。
- 8.11.33τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα
后置词 ἕνεκα 跨词支配 τούτου(τούτου δὴ ... ἕνεκα,意为“正是为了这一目的”),中间插入独立属格 παρεσκευασμένων αὐτοῖς(“〔这些器具〕已为他们备妥”)。随后的 ὅπως 引导的目的从句具体说明 τούτου 的内容。
- 8.11.36ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν
通常作非人称用法的 ὀλίγου ἐδέησε(“几乎、差一点便……”)在此采用人称动词第三人称复数形式 ἐδέησαν,与投掷者或燃烧罐一致。关系代词 ἅσπερ 作不定词 ἐμπιπράναι 的直接宾语(指代机械)。
- 8.11.44οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον
短语 οὐ μακράν που ἐγένοντο 与带冠词的完成时不定词属格 τοῦ ἀπεῶσθαι 连用,构成“距离彻底击退险情已相差不远/濒临达成”的惯用表达。
- 8.11.48οὐδὲ γὰρ ἐξανίστασθαι εἶχε
动词 εἶχε 搭配不定词 ἐξανίστασθαι 表能力(“能够”),与否定连词 οὐδέ 结合表示“甚至连自行站起都无法做到”。
