← 普罗科皮乌斯

战史

§8.11.18-8.11.32

萨比尔人构思新型轻量攻城槌

由于下沉的城壁依然高耸且斜坡险峻无法使用常规攻城槌,罗马军陷入困境,此时军营中的萨比尔族首长构思并制造出一种由士兵肩扛的轻型新式攻城槌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11.18

κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη.

因此,当木梁下方的空间全部被掏空时,木梁便连同其上方的全部建筑一同沉落到了此处。

§8.11.19

Τοῖς δὲ Ῥωμαίοις οὐδ’ ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. ὁ γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο.

即便如此,城墙对罗马人而言依然无法攀登攻入。因为当波斯大军随同梅尔梅罗埃斯大举抵达此处时,曾在此前的建筑之上增添了极大的厚重体量,将围墙建造得极其高耸。

§8.11.20

Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντό τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο.

因此,罗马人见那段曾被震落的围墙竟然再次耸立,便陷入了极大的惶惑与束手无策之中。

§8.11.21

οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷ τε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, ἡ δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵα τέ ἐστιν ὅτι μὴ1 ἐν χωρίῳ ὁμαλῷ τε καὶ λίαν ὑπτίῳ.

因为他们无法再继续开挖地道,其地下坑道已以此为极限而终止;他们亦全然无法使用攻城槌,因为他们是在陡峭的斜坡上进行攻城战,而这种机械除了在平整且极平坦的地面之外是无法被牵引前行的。

§8.11.22

Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε.

然而由于某种机缘,罗马军队中恰好有少数萨比尔蛮族人,其缘由如下:

§8.11.23

οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικόν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι.

萨比尔人乃是匈人的一支,居住在高加索山脉周围,人数极其庞大,但相当分散地由许多首领统治。

§8.11.24

τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ’ ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν ἡ χρεία ἐνάγοι.

在这些首领中,有些人自古便与罗马皇帝交好,另一些人则与波斯国王交好。两位君主皆惯于向各自结盟的部族赐予一定数额的黄金,不过并非每年给付,而是在局势需要驱使他们如此行事之时。

§8.11.25

τότε οὖν Ἰουστινιανὸς βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παρ’ αὐτοὺς κομιοῦντα.

因此当时,查士丁尼皇帝为招募与他友好的萨比尔人缔结同盟,派遣了一名使者将款项押送给他们。

§8.11.26

ὁ δὲ ʽπολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλως τε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν’ ἀφικνεῖται μὲν παρά τε τὸν Βέσσαν καὶ τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινὰς ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παρ’ αὐτὸν ἥκειν, οἵ τε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν· οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν.

然而此人——因强敌阻隔于途,他根本无法安全前往高加索山脉,尤其是随身携带着巨款——遂抵达了贝萨斯处以及正在围攻佩特拉的罗马军营;他遣使通报萨比尔人,命他们尽快派人前来从他手中领取款项。蛮族人遂从本族首领中选拔了三人,带着少数随从立即前往拉齐卡;他们抵达此地后,便随同罗马军队加入了这场攻城战。

§8.11.27

Οὗτοι ἐπειδὴ Ῥωμαίους εἶδον ἀπογνόντας τε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι,2 μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ῥωμαίων οὔτε Περσῶν τινί, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε· καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέ τε ἀεὶ καὶ τανῦν ἔστιν.

这些人见罗马人已陷于绝望、不知如何应对眼前的困境,便设计出了一种自人类诞生以来罗马人与波斯人皆未曾想到的器械;尽管这两个国度自古至今皆不乏大批工匠技师。

§8.11.28

ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματα τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα· ἀλλ’ αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν· οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων ἡ φύσις.

实际上,在漫长的岁月中,双方在攻打坐落于险峻难登之地的要塞时,曾屡屡需要此种器械;然而他们中无一人曾产生过如今这群蛮族人所产生的设想:人性的常理正是如此,随着时间的推移,总喜在实务的构想上推陈出新。

§8.11.29

κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ. οὐ γὰρ δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθάς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαις τε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισίν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι.

因为这些萨比尔人临时拼制出了一架攻城槌,并非依照惯常的方式,而是别出心裁地采用了另一种方法。他们并未在此机械中置入坚木梁架,既无立柱亦无横梁,而是将粗木棒互相捆绑,以此替代梁木配置于各处,并以熟皮包裹整个机械,从而保持了攻城槌的形状;他们仅依照惯例在机械中央用松垂的铁链悬挂了一根独梁,其前端削尖并如箭镞般包以铁皮,旨在频频撞击围墙。

§8.11.31

οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι ἢ διωθεῖσθαι3 ἀναγκαῖον ἐγίνετο, ἀλλ’ ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειν τε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ.

他们将这架器械造得如此轻巧,以至于不再需要内部的人员去牵引或向前推移,而是由那四十名本就要负责拉回横木撞击围墙的士兵,置身于机械内部且受熟皮掩护,毫不费力地用双肩将攻城槌扛抬而行。

§8.11.32

Τρεῖς μὲν οὗτοι οἱ βάρβαροι μηχανὰς τοιαύτας εἰργάσαντο, τὰς δοκοὺς ξὺν τῷ σιδήρῳ ἐκ τῶν κριῶν ἀφελόμενοι, οὓς δὴ Ῥωμαῖοι ἐν παρασκευῇ ἔχοντες οὐχ οἷοί τε ἦσαν ἐς τὸ τεῖχος ἐφέλκειν· ὑποδύντες δὲ αὐτῶν ἑκάστην οὐχ ἥσσους ἢ κατὰ τεσσαράκοντα στρατιῶται Ῥωμαῖοι ἀριστίνδην ἀπολεχθέντες ὡς ἀγχοτάτω τοῦ τείχους ἔθεντο.

这群蛮族人共制造了三架这样的器械,其铁头横梁取自罗马人原有储备却无法拉至城墙下的那些攻城槌;由精选而出的罗马士兵每架不少于四十人钻入其下,将它们安置在尽可能贴近城墙之处。

语法注3 条
  1. 8.11.21ὅτι μὴ

    紧随否定表达(οὐχ οἵα τέ ἐστιν)之后的固定短语,意为“除……之外”(nisi)。在此表示限制性条件:“除了在平整且极平坦的地面之外(无法被牵引)”。

  2. 8.11.27ἀπορουμένους τὸ παρὸν θέσθαι

    中动态不定词 θέσθαι 属习惯用法,意为“处置、料理(局势)”(参见成语 εὖ θέσθαι τὰ παρόντα)。它作为分词 ἀπορουμένους 的补足语,表示“不知如何应对眼前的局面”。

  3. 8.11.31ἐφέλκεσθαι ἢ διωθεῖσθαι

    依赖于非人称表述 ἀναγκαῖον ἐγίνετο 的被动态不定词,与表示施动者的介词短语 πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων 连用(“由内部的人员去牵引或向前推移”),与后文的主动态动词 ἔφερον(“肩扛而行”)形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.11.18-8.11.32