← 普罗科皮乌斯

战史

§8.11.1-8.11.17

伊斯迪古斯纳斯的出使与贝萨斯围攻佩特拉

库思老派遣傲慢的使节伊斯迪古斯纳斯出使君士坦丁堡;同时在拉齐卡,贝萨斯展开对佩特拉的围攻,对波斯人以木构为基巧妙重修的城墙施以地道作业。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.11.1

Τῷ μὲν οὖν Ἀνασωζάδῳ τά τε τῆς τύχης καὶ τοῦ τρόπου ἐς τοῦτο ἐτελεύτα· τὸ δὲ πέμπτον ἔτος τῆς ἐκεχειρίας διήνυστο.

这样,关于阿纳索扎多的命运与行径便以此告终;而休战协定的第五年亦已届满。

§8.11.2

καὶ Πέτρον μὲν ἄνδρα πατρίκιον, τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα, παρὰ Χοσρόην Ἰουστινιανὸς βασιλεὺς ἔστελλεν, ἐφ’ ᾧ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται.1

查士丁尼皇帝派遣身为贵族且担任长官之职的彼得前往库思老处,条件是彻底料理东方的和约事宜。

§8.11.3

ὁ δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει.

然而库思老打发他返回,许诺不久便会遣人前去,按照对双方皆有利的方式处置这些事项。

§8.11.4

Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν.

不久之后,库思老再次派来伊斯迪古斯纳斯,此人气焰嚣张,极尽浮夸自负之态,其傲慢与狂妄在罗马人中无一人能加以忍受。

§8.11.5

ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφόν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι.

他不仅携带着妻子、女儿和兄弟,还带着极其庞大的随从和仆役队伍。人们甚至会以为这些人是列阵奔赴战场。

§8.11.6

εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν.

跟随他的还有两位波斯极有声望的显贵,他们头上确实佩戴着黄金冠冕。

§8.11.7

ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτήν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε.

这令拜占庭的臣民大为愤慨,因为查士丁尼皇帝接待他并非仅循使臣之礼,而是施予了远超于此的热诚与隆重礼遇。

§8.11.8

Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ Ῥωμαίων βασιλεῖ γέγονεν.

然而布拉杜基奥斯却未能再随他同来拜占庭,因为据说库思老已将其处死,强加给此人的唯一罪名无非是他曾与罗马皇帝同席进餐。

§8.11.9

“οὐ γὰρ ἄν,” ἔφη, “ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ Περσῶν πράγματα.” τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασίν, ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι.

库思老说:“因为倘若他不是出卖了波斯的利益,一个区区通事绝不可能从皇帝那里获得如此高的礼遇。”不过,亦有人声称是伊斯迪古斯纳斯本人诬陷他,说他私下与罗马人交谈媾和。

§8.11.10

τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ’ ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι.

起初,这位使节在朝见皇帝时,对和平之事大小皆不置一词,反而指责罗马人破坏了停战协定,声称阿雷塔斯及罗马同盟的萨拉森人在停战期间侵害了阿拉蒙达罗斯,并提出了其他一些微不足道的指控,我觉得根本没有必要在此提及。

§8.11.11

Ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας δὲ παντὶ τῷ Ῥωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ῥωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ Δαγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω.

拜占庭城中正进行着这些交涉;而贝萨斯则率罗马全军着手围攻佩特拉。罗马人遂在城墙周围开挖地道,这正是达吉斯泰奥斯早先挖掘地道拆毁此段围墙的原处。他们为何要在同一地点挖掘,我将加以说明。

§8.11.12

οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε κεῖσθαι.

当初建造此城的人,城墙地基绝大部分筑于岩石之上,但在个别地方则恰巧位于土堤之上。

§8.11.13

ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶς τε καὶ ἀμηχάνου τοῦ περιβόλου τὰ θεμέλια ἐτεκτήναντο.

城墙朝向城西有一段并非很宽的区域,其两侧的围墙地基都是在一处坚硬难施斧凿的岩石上筑成的。

§8.11.14

ταύτην τοίνυν τὴν μοῖραν Δαγισθαῖός τε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης τε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως.

因此,达吉斯泰奥斯早先以及如今贝萨斯都同样开挖了这一段,因为地形的自然条件不容许他们深入其他方位,而是理所当然地限制并裁定了地道的长度。

§8.11.15

Ἡνίκα οὖν Πέρσαι μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε.

当波斯人在达吉斯泰奥斯撤退后企图重建这一坍塌的城墙部分时,并未依照先前的方法施工,而是采用了如下办法:

§8.11.16

κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάς τε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ῥωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώρυχα ᾤοντο.

他们用砾石填平挖空的区域,在其上方横置粗壮的木梁,将其极其仔细地刨削得十分平整,并在极宽的范围内将彼此连接固定;他们以这些木梁作为基础构台以代地基,并在其上方精巧地砌筑了围墙的建筑。罗马人未能参透此中机巧,以为自己是在地基下方挖掘地道。

§8.11.17

καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν ὧνπερ ἐπεμνήσθην ἀρτίως ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖρά τε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ’ ἀκραιφνὲς ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς,2 ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, ἀλλ’ ἔς τι ἧσσον.

当罗马人在大片地面上将我刚才提到的木梁下方的空间全部掏空后,确实足以极大地动摇围墙,围墙的一段遂骤然下落。然而,这一坍落的部分既未向任何一侧倾斜,其上的任何石块排布亦未被震乱,反而完好无损地如机械操纵一般直直降落,落入挖空的空间并稳固地立在那里,保持着原有的位置,只是高度不如先前,而是稍矮了一截。

语法注2 条
  1. 8.11.2ἐφ’ ᾧ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται

    连词 ἐφ' ᾧ 后接将来时直陈式(διοικήσονται),构成表示“条件”或“目的”(以彻底料理……为条件/目的)的从属结构,规定了主句谓语 ἔστελλεν(派遣)的意图与使命。

  2. 8.11.17ὥσπερ ἐκ μηχανῆς

    这一比喻短语源自剧场舞台机械装置(如“机械降神”等器械)。此处生动地描绘了被掏空的城墙整体未发生任何倾斜或瓦解,而是像由机械平稳操纵一般笔直垂直沉降入坑穴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:8.11.1-8.11.17