← 普罗科皮乌斯

战史

§7.40.29-7.40.45

托提拉返回意大利与阿德里安堡战役

托提拉撤离西西里返回意大利;巴尔干半岛的罗马军在阿德里安堡附近惨遭斯克拉文人击败,但随后通过追击重创了蛮族的一支部队并夺回了军旗和战俘。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.40.29

ταύτῃ ὁ Τουτίλας τῇ ὑποθήκῃ ἀναπεισθεὶς φρουροὺς μὲν ἐν ὀχυρώμασι τέτρασιν εἴασεν, αὐτὸς δὲ ξύμπασαν τὴν λείαν ἐπαγόμενος παντὶ τῷ ἄλλῳ στρατῷ ἐς Ἰταλίαν διεπορθμεύσατο. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.

托提拉为这番谏言所说服,在四座要塞中留下了守军,自己则携带着全部战利品,率其余大军渡海前往意大利。当地的局势便如此发展。

§7.40.30

Ἰωάννης δὲ καὶ ὁ βασιλέως στρατὸς ἀφικόμενοι ἐς Δαλματίαν ἐν Σάλωσι διαχειμάζειν ἔγνωσαν, ἐνθένδε μετὰ τὴν τοῦ χειμῶνος ὥραν εὐθὺ Ῥαβέννης ὁδῷ ἰέναι διανοούμενοι.

与此同时,约翰与皇帝的大军抵达达尔马提亚,决定在萨罗纳过冬,打算在冬季过后从那里取道直奔拉文纳。

§7.40.31

Σκλαβηνοὶ δέ, οἵ τε τὰ πρότερα ἐν γῇ τῇ βασιλέως γενόμενοι, ὥσπερ μοι ἔναγχος δεδιήγηται, καὶ ἄλλοι οὐ πολλῷ ὕστερον Ἴστρον ποταμὸν διαβάντες καὶ τοῖς προτέροις ἀναμιχθέντες, κατέθεον ἐν πολλῇ ἐξουσίᾳ τὴν Ῥωμαίων ἀρχήν.

至于斯克拉文人,无论是正如我不久前所叙述的那样此前已侵入皇帝疆土者,还是不久之后渡过伊斯特罗斯河与前者汇合的其他人,都肆无忌惮地蹂躏着罗马帝国。

§7.40.32

καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους εὖ διοικήσασθαι.

有些人甚至怀疑,托提拉是用重金收买了这些蛮族,将他们派遣去进攻那里的罗马人,以便皇帝因疲于应付这些蛮族而无法有效地指挥对哥特人的战事。

§7.40.33

εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ’ ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε δεδιότες πολέμιον.

然而斯克拉文人来到此地究竟是为了讨好托提拉,还是不请自来,我尚无法断言。无论如何,这些蛮族将自己分为三队,在整个欧洲造成了无法弥补的破坏;他们并非通过突袭来洗劫当地各处,而是如同在自家土地上一般越冬,毫不惧怕任何敌人。

§7.40.34

ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ’ αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος ὁ Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν ἐκάλουν Φαγᾶν.

后来,查士丁尼皇帝派遣了一支极具规模的大军前往讨伐他们,率军者除其他人外,还有康斯坦提亚努斯、阿拉提乌斯、纳扎雷斯,以及盖尔马努斯之子查士丁和绰号被称为法加斯的约翰。

§7.40.35

ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ’ ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων ἕνα.

皇帝任命宫廷宦官之一的斯科拉斯蒂库斯为全军的总指挥官。

§7.40.36

Οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν1 ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θράκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου διέχουσα.

这支大军在阿德里安堡附近赶上了蛮族的一支部队,该城位于色雷斯内陆,距拜占庭有五天的路程。

§7.40.37

καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον·2 λείαν γὰρ ἐπήγοντο ἀνθρώπων τε καὶ ζῴων ἄλλων καὶ πάντων χρημάτων ἀριθμοῦ κρείσσονα.

蛮族已无法继续前行,因为他们随身携带着多得无法计数的战利品,包括人、其他动物和各类资财。

§7.40.38

μένοντες δὲ αὐτοῦ ἠπείγοντο τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τούτου δὴ αὐτοῖς αἴσθησιν ὡς ἥκιστα παρεχόμενοι. καὶ οἱ μὲν Σκλαβηνοὶ ἐστρατοπεδεύοντο ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, Ῥωμαῖοι δὲ ἐν τῷ πεδίῳ οὐ πολλῷ ἄποθεν.

他们留在原地,急于与敌军短兵相接,却尽可能不让对方察觉这一意图。于是斯克拉文人在当地耸立的高山上安营扎寨,而罗马军则在相距不远处的平原上驻扎。

§7.40.39

χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε οἱ στρατιῶται καὶ δεινὰ ἐποιοῦντο, τοῖς στρατηγοῖς ἐπικαλοῦντες ὅτι δὴ αὐτοὶ τὰ ἐπιτήδεια ξύμπαντα εὔπορα ἔχοντες ἅτε τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τοὺς στρατιώτας περιορῶσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένους καὶ οὐ βούλονται τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι.

当他们在这种对峙中耗费了大量时日后,士兵们心生怨愤,极为愤慨,指责将领们身为罗马军统帅享有充足的全部物资,却任由士兵们遭受必需品匮乏之苦,不愿与敌军正面交锋。

§7.40.40

οἷς δὴ οἱ στρατηγοὶ ἀναγκασθέντες τοῖς ἐναντίοις ξυνέμιξαν. καὶ γίνεται μὲν καρτερὰ μάχη, ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι.

将领们为此所迫,遂与敌军交锋。激烈的战斗随之爆发,罗马军彻底惨败。

§7.40.41

ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παρ’ ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι3 ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι πρόσω ἐχώρουν.

许多优秀的士兵战死沙场,将领们险些落入敌手,与幸存者一道勉强逃脱获救,每个人各凭手段保全性命。蛮族缴获了康斯坦提亚努斯的军旗,对罗马军轻蔑不屑,继续向前推进。

§7.40.43

καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ’ ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ’ αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη· οὕτω δὲ χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον ἢ ἡμέρας ὁδὸν Βυζαντίου διέχει.

他们随意劫掠了自古未遭破坏的所谓阿斯提卡地区,由此便在那里获得了极多的战利品;他们就这样劫掠了大片土地,一路推进到距离拜占庭仅一天多路程的长墙。

§7.40.44

οὐ πολλῷ δὲ ὕστερον ὁ Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο.

然而不久之后,罗马大军追赶这批蛮族,遭遇了其中一部,并突然发起肉搏将其击溃。

§7.40.45

καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.

他们斩杀了许多敌人,解救了极多的罗马战俘,并找到并夺回了康斯坦提亚努斯的军旗。其余的蛮族则带着剩下的战利品踏上归途。

语法注3 条
  1. 7.40.36Οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν

    意合构造(constructio ad sensum / synesis):单数集合名词主语 ὁ στρατός 支配第三人称复数动词 καταλαμβάνουσιν。后文的 ὁ Ῥωμαίων στρατὸς ... ἐπισπόμενοι ... ἐτρέψαντο 亦呈现出复数分词修饰单数集合主语的相同结构。

  2. 7.40.37πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον

    动词 ἔχω 后接不定式 χωρεῖν,表示“能够”(οὐκέτι εἶχον 意为“已无法前进”),相当于 δύναμαι 的用法,而非其常见的及物动词“拥有/持有”之义。

  3. 7.40.41παρ’ ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι

    短语 παρ’ ὀλίγον ἐλθεῖν 连用不定式(ὑπὸ τοῖς πολεμίοις γενέσθαι)为固定惯用表达,意为“险些……”或“几乎濒临于……”,其中 παρ’ ὀλίγον 表示“相差无几”的微小程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.40.29-7.40.45