← 普罗科皮乌斯

战史

§7.9.13-7.9.23

托提拉的誓书与贝利萨留的再次任派

托提拉致信罗马元老院谴责帝国官吏并张贴誓书规劝归顺,约安尼斯严禁作答并驱逐阿里乌派教士,陷入困境的皇帝遂重派贝利萨留,战争的第九年就此结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9.13

καίτοι ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτούς, οἶμαι, ἄριστα, ὁποίων δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν.

然而,我想你们招待他们可谓竭尽地主之谊,但你们所结识的究竟是怎样的宾客与朋友,只要你们还记得亚历山大的账目分毫,想必心里十分清楚。

§7.9.14

ἐῶ γὰρ λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε·1 ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα ἥκει.

且不说那些士兵与领兵的将领,你们可是深切领教过他们的‘亲善’与‘宽宏’;也正因这些人的所作所为,他们的命运才落到了当下的境地。

§7.9.15

ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλοτιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους ποιεῖσθαι τοὺς λόγους.

你们中谁也不要以为,我向他们发出这番责难是出于年轻气盛的争强之心,亦或以为我是以蛮族首领的身份在说大话。

§7.9.16

οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν.

因为我绝非断言制服这些人乃是我们自身英勇的战果,而是确信,这乃是某种对他们加诸你们的冤孽所施行的天讨降临到了他们头上。

§7.9.17

καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι,2 ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφασιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας, ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δέ, ἤν γε μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ’ ἔτι βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμμένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα.”

然而,上帝既然为了你们而惩罚他们,你们却仍旧依恋他们的悖谬行径,不愿摆脱由此而来的苦难,这岂不是显得荒唐至极吗?因此,给你们自己一个向哥特人辩白的契机,也给我们一个宽宥你们的契机吧。只要你们不必坐等战事了局,而在眼下尚存一丝微茫且徒劳的希望之际,便择善而从,纠正你们向我们所犯下的不义之举,你们便能给出这一契机。”

§7.9.19

Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων ὁ Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι.

信函所表述的即为这番内容。托提拉将信交给若干战俘,命他们前往罗马,呈递给元老院诸位议员。

§7.9.20

καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις ὁ Τουτίλας γράψας γραμμάτια πολλά, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους.3

战俘们照此办理。然而约安尼斯却阻止那些阅过此信的人向托提拉作任何答复。于是托提拉再次书写了许多告示,在其中附上最严厉的誓言,明确宣誓哥特人绝不向任何罗马人施加任何伤害。

§7.9.21

οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη· οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐχόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο εὐθὺς ἅπαντας.

究竟是什么人把这些传单带入罗马,我无法确知;因为它们皆是在夜深人静时被张贴在城中显眼之处,破晓之后才被人们发现。然而罗马军队的将领们对阿里乌派教士起了极大的疑心,当即把他们全数逐出城外。

§7.9.22

Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει.

托提拉闻讯后,便派出一支部队前往卡拉布里亚,令其设法夺取德留斯的要塞。但鉴于驻守该要塞的守军绝无向他投降之意,他遂命派往当地的部队就地围城,自己则率领主力军向罗马周边地区进发。

§7.9.23

ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

皇帝得知此事后陷入窘境,尽管波斯人仍在极猛烈地步步进逼,他亦被迫派遣贝利萨留前去迎击托提拉。冬季就此结束,普罗科皮乌斯所记述的这场战争的第九个年头也告终结。

语法注3 条
  1. 7.9.14ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε

    关系代词 ὧν 指向前行词 τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας,作所有属格修饰 τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας,而该属格短语则作不定过去时中动态动词 ἀπώνασθε(源自 ἀπονίνημι,支配属格表示获益之物)的宾语。在语境中此句具有强烈的反讽意味,辛辣地讽刺罗马军民从将士手中遭受的不是“好意与宽宏”,而是无休止的抄掠与暴虐。

  2. 7.9.17τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι

    属于“对格加不定词”结构,作为主句 πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι 的实质主语。动词 τίννυμαι(中动态)意为“(代表某人:ὑπέρ 加属格)惩罚某人/向某人复仇”,其受罚对象为对格 αὐτούς(帝国的将领与兵士),并与后文的 ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ 形成对比。

  3. 7.9.20διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους

    由表示否定誓约的动词 ἀπόμνυμι 所引出的不定词从句,带有否定副词 μήποτε。不定词 ἐργάσασθαι 的逻辑主语是置于从句末尾的对格 Γότθους。而 Ῥωμαίων τινά(人的对格)与 κακόν τι(物的对格)则充当支配双对格的动词 ἐργάζομαι 的宾语(即“对某人做某坏事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.9.13-7.9.23