← 普罗科皮乌斯

战史

§7.9.1-7.9.12

帝国军纪败坏与托提拉致元老院书信

帝国将领与官兵军纪败坏、肆意劫掠意大利属民,将领们联名上书皇帝表示无力抵抗哥特军队;与此同时,托提拉致信罗马元老院,严厉斥责其背弃哥特王室昔日恩德的背叛行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.9.1

Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ’ ὁτιοῦν ὑπελίποντο, ἀλλ’ οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον.

正当托提拉推行这些举措之际,罗马军队的将领们却与士兵一同洗劫属民的资财,毫无顾忌地肆行侮慢与放荡;将领们将情妇蓄于要塞之中纵情欢宴,而士兵们则对将领愈发桀骜不驯,陷入了各种形式的荒悖行径。

§7.9.2

τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα πρὸς ἑκατέρων τῶν στρατοπέδων.

全体意大利人所剩下的,唯有承受来自双方阵营最沉重的苦难。

§7.9.3

τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο1 πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις.

因为他们的田地已被敌军剥夺,而全部家当又遭皇帝的军队抄掠;不仅如此,他们还在生活必需品极度匮乏的煎熬下,遭受酷刑拷打,并无缘无故地被残害致死。

§7.9.4

οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον,2 ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο.

士兵们全然无法保护属民免遭敌寇荼毒,非但对当下的惨状连一丝愧怍之意都毫无所觉,反倒因自身犯下的种种恶行,使得蛮族在受害者眼中变得令人向往。

§7.9.5

οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη.

面对这种窘境,孔斯坦提亚努斯致信查士丁尼皇帝,直截了当地表明自己无力抵御哥特人的战争。

§7.9.6

οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγενομένης τινός, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον.

其余将领也仿佛投票赞同这一决议一般,在这份文书上署名,承认自己怯于迎战。意大利人的局势便如此发展着。与此同时,托提拉致信罗马元老院。 信函明确表达了如下内容:“凡是对邻人作恶之人,若或因先前的无知,或因后来生出的遗忘,那么遭受苦难的受害者对其予以宽恕是理所应当的;因为导致过错的偶发因由,能为他们免除绝大部分的罪责。

§7.9.8

ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὲ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται.

但若有人纯系蓄意作恶,那么此人就连为自身行径作任何辩解的机会都不复存在。

§7.9.9

οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη.3

因为按公理而言,他不仅要对这一行为负责,还要为其恶念承担罪责。

§7.9.10

οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται· πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι;

既然如此,你们现在且想一想,对于你们对哥特人所做的一切,究竟能有什么托辞可言:难道是因为你们未曾知晓狄奥多里克与阿玛拉逊莎的恩德,还是因为岁月流逝与遗忘使得这些恩德在你们心中磨灭殆尽?

§7.9.11

καίτοι οὐκ ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτούς,4 κατὰ δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ’ ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός τε καὶ ἐξ ὑπογυίου, ὦ φίλοι Ῥωμαῖοι.

然而这二者皆非事实。因为他们并非在微不足道之事上,亦非在古昔岁月对你们的先祖施展那些恩惠,而是在最性命交关之事上,于最近乃至方才不久前对你们自身施展的,罗马的友人们!

§7.9.12

ἀλλὰ τὴν Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἢ ἀκοῇ λαβόντες ἢ πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότθων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε;

抑或是你们或凭耳闻、或由体验得知了希腊人对待属民的德行,才决意就此将哥特人与意大利人的大业拱手让给他们?”

语法注4 条
  1. 7.9.3τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο

    动词 στερέω(剥夺)的过去完成时被动(或中间)语态 ἐστέρηντο 保留了被剥夺之物的宾格 τοὺς ἀγρούς(以及后文的 ἔπιπλα πάντα),属保留宾格用法,意为“他们被剥夺了田地”。

  2. 7.9.4οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον

    成语 οὐχ ὅσον ... ἀλλά(相当于 οὐχ ὅπως ... ἀλλά)表示“非但没有……反而……”。不定式 ἐρυθριᾶν 作 ἐγίνωσκον(“懂得/知道怎样”)的补足成分,受 ὡς ἥκιστα(“绝不/丝毫没有”)修饰,意为“他们非但丝毫不知对现况感到羞耻,反而……”。

  3. 7.9.9δίκαιος ἂν εἴη

    此处采用了人称结构(δίκαιός ἐστι 搭配不定式 φέρεσθαι),而非无人称结构 δίκαιόν ἐστιν(“理应由他承担……”)。结合表示潜能的 ἄν 与祈愿语气 εἴη,意为“按理他本人应当承担……的责任”。

  4. 7.9.11οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτούς

    与后文的 ἔς γε ὑμᾶς αὐτούς(“对你们自身”)相对照,τοὺς ὑμετέρους 在语境中作名词性用法,代指“你们的先祖/长辈”(省略了 προγόνους 等词);αὐτούς 指代狄奥多里克与阿玛拉逊莎,作中间语态完成时不定式 ἐπιδεδεῖχθαι(以 τὰς χάριτας 为宾语)的宾格主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.9.1-7.9.12