- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.10.1-7.10.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留在兵力匮乏的情况下展开第二次意大利征伐,自萨洛纳进至波拉,并派瓦伦提努斯解救了濒临投降的德留斯要塞。托提拉以伪造书信探明了贝利萨留兵力微弱的实情,随后借城内通敌夺取蒂布尔并屠杀居民,切断了罗马经由台伯河的补给线。
Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε ʽτοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσε’ Θρᾴκην ὅλην περιιὼν χρήματά τε προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους.
就这样,贝利萨留第二次前往意大利。然而,由于他随行的士兵极少(因为他断然无法将追随自己的部众从米底亚的军营中调离),他便走遍整个色雷斯,散发钱财,招募自愿从军的年轻男子。
ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος ὁ τῶν Ἰλλυριῶν στρατηγός, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυριοὺς στρατιώτας ἀπολιπὼν ἔτυχεν.
伊利里亚军队的长官维塔利乌斯奉皇帝之命亦与他同行;维塔利乌斯刚从意大利返回,而他恰好也将伊利里亚士兵留在了当地。
ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν.
无论如何,二人总共纠集了约四千兵力,抵达萨洛纳,意图先前往拉文纳,并由此尽可能采取一切手段展开战事。
τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες ʽἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν’ οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐπ’ αὐτοὺς ᾔεσαν.
因为他们根本不可能在罗马一带登岸,既无法避开敌人的耳目(因他们听说敌人正在卡拉布里亚与坎帕尼亚扎营),也无法以任何手段强行登陆;盖因他们并非以势均力敌的力量进击敌人。
Ἐν τούτῳ δὲ οἱ ἐν Δρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον. ἐφ’ ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι,1 τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα ξυνέκειτο.
在此期间,被围困在德留斯的人因生活必需品已彻底告罄,便与围城的蛮族展开谈判,约定按协定交出要塞,为此双方商定了一个固定日期。
Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ’ αὐτῶν καταστήσασθαι· ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν.
然而,贝利萨留将一年的粮饷装上船只,命瓦伦提努斯率之航行至德留斯,尽快将要塞的原有守军从当地撤出——因他得知这些人已因疾疫与饥荒而骨瘦如柴——并从随行的士兵中挑选若干人代替他们驻守该要塞;因为这样一来,新换上的士兵毫无疲惫,且不短缺任何生活必需品,便能更容易且更稳妥地保守要塞。
Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν Δρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν ἴσχυσε.
于是,瓦伦提努斯率领这支舰队借顺风之便,在商定之日前四天驶抵德留斯;他发现港口无人看守,便将其占领,得以毫无困难地进驻要塞。
τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, ὀλιγώρως ἤδη τὰ ἐς τὸν Δρυοῦντα διαθέμενοι ἡσυχῆ ἔμενον.
因为哥特人盲信既成的约定,猜想其间绝无阻碍发生,便对德留斯之事已疏于防备,安然按兵不动。
τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν Δρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε.
然而此时,他们忽见舰队意外驶入,大为惊恐,遂解除了围城,退至远离该地之处扎营,并将降临于己的一切变故报告给托提拉。德留斯要塞便是这般侥幸脱离险境的。
τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο, τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας ἦλθον.
但随同瓦伦提努斯前来的部分兵士为了掳掠当地村邑而擅自出击,恰巧在海滩附近与敌人相遇,双方遂交手短兵相接。
καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλάσσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομήκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνεχώρησαν.
他们在战斗中惨败,大部分人逃入海水中;最终他们在折损了一百七十人之后,余部退回要塞之内。
Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας ἦλθε.
瓦伦提努斯见先前的守军半死不活,便将他们撤出,并遵照贝利萨留的吩咐,换上了生力军代替驻守,且为他们留下了供一年之需的给养,随后率其余军队返回萨洛纳。
Καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον τινὰ ἔμενε.
贝利萨留率全支舰队自当地拔锚起航,停靠在波拉;他在那里整饬军队,滞留了一段时间。
Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς ἄρχων τῆς ἐν Γενούᾳ.
托提拉闻听他已抵达彼处,欲探明他随行携带的兵力虚实,便采取了如下手段。有一位名叫博努斯的人,是约安尼斯的堂兄,统领热那亚的守军。
τούτου δὲ τῷ ὀνόματι χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παρ’ αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε παρακαλοῦντος αὐτὸν2 ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλεποῖς οὖσιν.
托提拉盗用此人的名义,托称是博努斯致贝利萨留的信件,假意恳求他尽快赶来增援,称他们陷入了某种严重的危机之中。
ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν.
他物色了五名极善探听的密探,将书信交予他们,命其假装是由博努斯遣来,暗中切实查清贝利萨留的兵力。
Βελισάριος μὲν οὖν τοὺς ἄνδρας οἱ ἐς ὄψιν ἐλθόντας ξὺν φιλοφροσύνῃ πολλῇ, ὥσπερ εἰώθει, εἶδεν.
贝利萨留如同往常一样,以极殷勤的态度接见了来到他面前的这批使者。
ἀναλεξάμενός τε τὰ γράμματα Βόνῳ ἀπαγγέλλειν ἐκέλευεν ὅτι δὴ παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἥξει. οἱ δὲ περισκοπήσαντες ἅπαντα, καθάπερ σφίσιν ἐπέστελλε Τουτίλας, ἔς τε τὸ Γότθων στρατόπεδον ἐπανῆκον καὶ ὡς ἥκιστα λόγου ἀξίαν τὴν Βελισαρίου δύναμιν ἰσχυρίζοντο εἶναι.
在读完书信后,他命他们转告博努斯,自己不久即率全军赶赴。这批密探依照托提拉的命令侦察了一切之后,返回哥特人的营地,断言贝利萨留的兵力绝不值一提。
Ἐν τούτῳ δὲ Τουτίλας Τίβουριν πόλιν, Ἰσαύρων φρουρὰν ἔχουσαν, προδοσίᾳ εἷλε τρόπῳ τοιῷδε. τῶν τινες οἰκητόρων τὰς πύλας ξὺν τοῖς Ἰσαύροις ἐφύλασσον.
在此期间,托提拉通过如下手段的背叛,攻陷了驻有一支伊索里亚守军的蒂布尔城。城中的部分居民曾与伊索里亚人一同把守城门。
οὗτοι Ἰσαύροις τοῖς ξυμφυλάσσουσι διάφοροι γεγενημένοι ἀπ’ οὐδεμιᾶς πρὸς αὐτῶν γινομένης αἰτίας ἄγχιστά που ἐνστρατοπεδευομένους τοὺς πολεμίους ἐπηγάγοντο νύκτωρ.
这些人对共同驻守的伊索里亚人心生怨恨,然而这怨恨并非因伊索里亚人做错了什么而起;他们在夜间将扎营于邻近的敌人引进了城。
οἱ μὲν οὖν Ἴσαυροι ξυμφρονήσαντες ἁλισκομένης τῆς πόλεως σχεδόν τι ἅπαντες διαφυγεῖν ἴσχυσαν.
伊索里亚人见机行事,在城陷之时几乎全数成功逃脱。
τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ·3 ἐν οἷς καὶ Κάτελλος ἀπώλετο ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος.
然而哥特人对城中居民却毫不留情,将他们连同城中的教士全数屠杀;其杀戮的方式虽然我深知其详,但我决不提及,以免为后世留下残暴不仁的记录;在受害者之中亦包括了卡特卢斯,一位在意大利人中素有名望的人。
καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ ἡ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν βουλομένοις ἐγίνετο.
蛮族控制了蒂布尔,而罗马人自此无法再通过台伯河从图斯基亚运入补给。因为该城坐落在罗马城上游约一百二十斯塔德的河畔,从此成为阻截试图乘船驶入彼处之人的要塞防线。
- 7.10.5ἐφ’ ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι
ἐφ’ ᾧ 连词接将来时直陈式 ἐνδώσουσι,构成表示条件或约定的从句(“条件是按照协议交出要塞”)。它与紧接着的 τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα ξυνέκειτο 呼应,表明双方订立了限期投降的协议。
- 7.10.15ἅτε παρακαλοῦντος αὐτὸν
由 ἅτε 引导属格分词 παρακαλοῦντος 构成的属格绝对句,其逻辑主语承接前文的 παρ’ αὐτοῦ(博努斯)。该结构用以说明伪造书信中所假托的缘由与内容(“假意请求他……”)。
- 7.10.22τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ
关系代词 ὅνπερ 受紧随其后的分词 ἐξεπιστάμενος 支配而用宾格作直接宾语,同时在语义上兼作通常支配属格的限定动词 ἐπιμνήσομαι 的对象。随后的 ὡς μὴ ... ἀπολείπω 为带现在时虚拟式的否定目的从句(“以免给后世留下不仁的记录”),说明了作者有意略去残暴细节的修辞用意。
