← 普罗科皮乌斯

战史

§7.8.16-7.8.25

托提拉关于公义的演说与处决犯法侍卫

托提拉向众将阐明严守公义乃是维系神眷与战胜之本,以此回绝了对亲卫兵的求情,随后处死该犯人并将其全数财产赔偿给受害女子。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8.16

καθίσταμαι. ἐγὼ μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων ὁ πολὺς ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν ἐπὶ τοὐναντίον.

而站出来说这番话的。我固然深知,大多数人往往将事物的名称颠倒反转。

§7.8.17

φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ πάντα καὶ ξυντεταράχθαι ξυμβαίνει, σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς τὸ ἀκριβὲς βούληται,1 ὅπως δὴ τοῖς ὀνόμασι τούτοις παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον ἐξαμαρτάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐνδείκνυσθαι.

因为他们习惯将不法之举称作‘仁慈’,由这种不法之举,一切善德皆遭败坏与扰乱;而对于力图精确恪守法度之人,他们反倒称其为‘笨拙且不可理喻’,以便利用这些名称作为放肆的遮羞布,从而更加无所顾忌地犯罪并显露其卑劣。

§7.8.18

ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι,2 μηδὲ τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν ἀδικοῦντες μεταλαχεῖν. τό τε γὰρ ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ ἐστί.

然而我劝告诸位,切莫用你们自身的保全去换取一个人的罪过,亦莫在自己毫无过错的情形下平白分担这份污秽。因为依我之见,犯罪与阻挠对犯罪之人的惩戒实属同等。

§7.8.19

βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς νῦν αἵρεσις ὑμῖν δυοῖν πρόκειται, ἢ τὸν ἄνδρα τοῦτον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, ἢ τὸ Γότθων γένος σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι κράτος.

因此,我希望诸位考量现下的处境作出决断:眼前摆在你们面前的唯有两项抉择,要么此人不必为其罪行伏法受诛,要么哥特民族得以保全并掌握战争的主导权。

§7.8.20

σκέψασθε γάρ· ἦν ἡμῖν κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρόν, χρήματα δὲ ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν γε Ἰταλιώταις ὀχυρώματά ἐστιν. καὶ ταῦτα γὰρ οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον καθισταμένοις ἐφόδια.

诸位且想一想:在这场战争之初,我们在声望与临危经验上均有赫赫有名的大批军队,简言之拥有无可计数的财富、充裕非凡的战马与武器,以及意大利人所有的全部要塞。对于投身战争之人而言,这些绝非毫无用处的资粮。

§7.8.21

ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττόμενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν ἡμῖν ἡ τύχη ἐπίστασθε δή που, ὑφ’ οἵων τε καὶ ὁπόσων ἡσσημένοις ἀνδρῶν.

然而,当我们受制于狄乌达达斯——一个视聚敛财富高于公义之人——且因生活中的不法行径使得上帝对我们绝无眷顾之时,你们想必清楚知晓我们的运势走向了何方,我们竟被怎样的人以及人数何等稀少之人所击溃。

§7.8.22

νῦν δὲ τὴν δίκην παρ’ ἡμῶν ὁ θεὸς ὧν ἐξημάρτομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ βούλημα ῥυθμίζει τὸν βίον καὶ τὸ ξύμπαν εἰπεῖν ἄμεινον ἡμῖν ἢ κατ’ ἐλπίδα τὰ πράγματα ἄγει, οἷς γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς πολεμίους τετύχηκε.

但如今,上帝从我们身上为以往的罪愆索取了足够的惩罚,再次依从我们的意愿规范我们的生活,总而言之,引领事物走向了超越我们预期的更好境地,使我们得以超越现有力量而击败敌手。

§7.8.23

περιστέλλειν οὖν τὴν τῆς νίκης πρόφασιν3 τῷ τὰ δίκαια πράσσειν ξυνοίσει μᾶλλον ἢ ἀπ’ ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ’ ἡμῖν αὐτοῖς γεγενῆσθαι δοκεῖν.

因此,通过践行正义来守护获胜的根基,将比背道而驰、显得我们对自己心怀嫉妒更为有益。

§7.8.24

οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου πρυτανεύεται τύχη.” Τουτίλας μὲν τοσαῦτα εἶπεν.

因为绝无可能,绝无可能让作恶与施暴之人在争斗中享有善果,相反,战争的胜负运数乃是依照各人的品行操守来裁夺的。”托提拉讲完了这番话。

§7.8.25

ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ’ εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο.

哥特显贵们称赞所言,不再为该亲卫兵求情,而是任由托提拉依其心愿处置。托提拉随后不久便将那人处决,并将其名下所有的全部资财尽数赐予了受暴的女子。

语法注3 条
  1. 7.8.17σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς τὸ ἀκριβὲς βούληται

    承前句“φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν”,此处省略了谓语动词“καλεῖν εἰώθασιν”,可补足为:“[καλοῦσι τοῦτον] σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον ὃς ἂν...”。带条件意味的关系从句“ὃς ἄν... βούληται”实质上充当了直接宾语,而“σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον”则为宾语补足语(述语宾格)。

  2. 7.8.18μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι

    动词“ἀνταλλάσσομαι”后接宾格表示所得之物(此处为“ἁμαρτάδα ἑνὸς ἀνδρός”),接属格表示付出的代价或交换物(此处为“τῆς ὑμῶν αὐτῶν σωτηρίας”,即代价/交换属格)。字面意为“勿以你们自身的拯救为代价去换取一个人的罪孽”。

  3. 7.8.23τὴν τῆς νίκης πρόφασιν

    名词“πρόφασις”在通俗语境中常指“借口、托辞”,但在史学经典文献(如修昔底德与普罗科匹乌斯)中,常被赋予“根本原因”、“真实理据”或“正当理由”之意。此处指上帝赐予战胜的真实根基(即施行正义)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.8.16-7.8.25