← 普罗科皮乌斯

战史

§7.8.1-7.8.15

托提拉宽待那不勒斯与严明军纪

攻克那不勒斯后,托提拉展现出宽厚仁德,循序渐进地救助饥民,并护送罗马守军安全撤往罗马。在拆毁部分城墙后,他将一名犯下强奸罪的亲卫兵下狱,面对请求赦免该将士的显贵们,他发表讲话阐述自己的严正立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8.1

Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν.

当托提拉攻占那不勒斯后,对被征服者展现出既不符合敌人亦不符合蛮族男子的仁慈。

§7.8.2

τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβών, οἷς δὴ ὑπ’ αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει,1 δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς τὸ εἰκός, ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μηδένα πη ἐνθένδε ἰέναι.

盖因他接收了那些因饥荒而虚弱不堪的罗马人,他们的体力已因饥馑而消耗殆尽;他担忧他们突然饱食,极易因噎窒息而死,遂想出如下办法:在港口与各城门设立卫兵,命令任何人不得离开此地前往别处。

§7.8.4

αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως ἢ κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων ἐς ἀεὶ γίγνεσθαι.2

而他本人则本着深谋远虑的克制,按照少于他们渴望的份量向所有人提供口粮,每日略微增加配额,以致让人几乎察觉不到持续增加之物。

§7.8.5

οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη βούλοιτο ἀφῆκεν ἰέναι.

他以此方式使他们恢复了体力,打开城门,准许每人前往自己想去之处。

§7.8.6

Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ’ ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διενοοῦντο.

至于科农及其身边的兵士,凡完全不愿留在此地者,他命他们登船自由航行。他们认为撤回拜占庭对自己而言乃是耻辱,遂打算火速航向罗马。

§7.8.7

τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ λάβωσιν.

然而因逆风阻挠,他们全然无法从该处起航,陷入进退失据之中,唯恐托提拉由于获胜而轻蔑漠视所约定的条款,使他们从他那里遭受巨大祸患。

§7.8.8

ὧνπερ ἐπεὶ ὁ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ φίλων κομίζεσθαι.

托提拉探知此事后,将所有人召集在一起予以安抚,更进一步向他们确认诺言,命他们当下安心,毫无畏惧地与哥特军队往来交流,自彼处采购粮秣,若尚需其他物品,亦当如向友人索取一般获取。

§7.8.9

ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ’ ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνός, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμπέμψας.

然而,由于风向依旧与他们作对,耽搁了许多时间,托提拉便向他们提供马匹与驮畜,赠予行资口粮,并派遣哥特人中身份显赫者随同护送,命他们取道陆路前往罗马。

§7.8.10

Τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γότθοις παράσχωσιν.

他还着手将那不勒斯的城墙夷为平地,以免罗马人再度将其占领,依仗坚固据点给哥特人制造麻烦。

§7.8.11

ἐν πεδίῳ γὰρ μᾶλλον ἐκ τοῦ εὐθέος διακρίνεσθαι μάχῃ πρὸς αὐτοὺς ἤθελεν ἢ τέχναις τισὶ καὶ σοφίσμασι διαμάχεσθαι. μοῖραν μέντοι αὐτοῦ καθελὼν πολλὴν τὸ λοιπὸν εἴασεν.

因为他宁愿在平原上与他们正面交锋见分晓,而不愿借助阴谋与智巧来抗衡。然而,在拆毁了其中很大一部分之后,他将剩余部分任其保留。

§7.8.12

Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖός τις αὐτῷ προσελθών, Καλαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφόρων τῶν αὐτοῦ τινα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν βιάσασθαι.

在此期间,一名卡拉布里亚籍的罗马人前来见他,指控其亲卫兵中的一人违背她的意愿强暴了自己身为处女的女儿。

§7.8.13

καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων ἐν δεσμωτηρίῳ καθεῖρξε.3

那人不曾否认罪名,托提拉决意惩治此项罪过,便将其关入监牢。

§7.8.14

δείσαντες δὲ ἀμφ’ αὐτὸν τῶν βαρβάρων οἱ δοκιμώτατοι (δραστήριος γάρ τις ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμια) ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐδέοντο τῷ ἀνθρώπῳ τὴν αἰτίαν ἀφεῖναι.

蛮族中地位最显赫者为其担忧(因他恰是一个精明能干且骁勇善战之人),立即聚集起来,来到托提拉面前,恳求赦免该人的罪过。

§7.8.15

Ὁ δὲ πρᾴως τε καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε· “Οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ’ ὡς ἔνι μάλιστα δεδιὼς μή τι Γότθοις ξυμβήσεται φλαῦρον, ἐς λόγους τούσδε, ὦ ξυστρατιῶται,

托提拉温和且毫无动摇地倾听了这番陈词,随后说道:“战友们,我并非屈从于过度的残暴,亦非幸灾乐祸于同胞之灾祸,而是极力担忧会有不利之事降临于哥特人,才说出这番话来

语法注4 条
  1. 7.8.2οἷς δὴ ὑπ’ αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει

    关系代词与格 οἷς 用作领属与格,修饰主语 ἡ τοῦ σώματος ἰσχὺς。介词短语 ὑπ’ αὐτοῦ 中的代词 αὐτοῦ 指代前文的 λιμῷ(“因饥荒”),表原因。过去完成时 ὀπίσω ἐκεχωρήκει 字面意义为“已向后退缩”,形象地表示体力衰竭。

  2. 7.8.4ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων ἐς ἀεὶ γίγνεσθαι

    在相关结构 τοσοῦτον... ὅσον 中,ὅσον 引导表示结果的不定式(δοκεῖν)。οὐ δοκεῖν 作无人称用法,意为“以致于似乎并不……”。否定词 οὐ 直接否定不定式 δοκεῖν。αἴσθησιν 是不定式 γίγνεσθαι 的逻辑主语(宾格),τῶν ἐντιθεμένων 为实质化的现在被动分词中性复数,作宾格性属格,意指“所增加/投入之物”。

  3. 7.8.13καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων ἐν δεσμωτηρίῳ καθεῖρξε

    καὶ ὃς 是表示主语的传统指示短语(“而他”)。τὸν ἄνθρωπον 是主动词 καθεῖρξε 的直接宾语(宾格)。οὐκ ἀπαρνηθέντα 为定语性不定过去时分词,修饰 τὸν ἄνθρωπον(“未曾否认罪行的那个人”)。τίσασθαι 作补充不定式,依附于 ἐν σπουδῇ ἔχων(“致力于/执意要惩处”),τῆς ἁμαρτάδος 则是动词 τίσασθαι 所要求的表示罪由/惩处的原因属格。

  4. 7.8.1ἐφ’ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι

    延续前文叙述逻辑,此处一连串情状分词(παρασχόμενος, δωρησάμενος, ξυμπέμψας)直接从属于主要命令动词(ἐκέλευεν... πορεύεσθαι),突显托提拉主动提供马匹、资粮及护送的慷慨作为。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.8.1-7.8.15