← 普罗科皮乌斯

战史

§7.7.1-7.7.20

援军舰队遇险沉没与那不勒斯向托提拉投降

马克西米努斯派出的罗马援救舰队因遭遇暴风雨被吹至敌营岸边而遭覆灭;托提拉驱使被俘的德米特里乌斯将军劝降,并向饥困交加的那不勒斯提出宽厚条件,守城者遂开城归顺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.1

Ὕστερον δὲ καὶ Μαξιμῖνος πάσαις ταῖς ναυσὶ Σικελίᾳ προσέσχεν, ἔς τε τὰς Συρακούσας ἀφικόμενος ἡσυχῆ ἔμενε, κατορρωδῶν τὰ πολέμια.

此后,马克西米努斯亦率领全数舰船抵达西西里,到达锡拉库萨后却因畏惧战事而按兵不动。

§7.7.2

ἃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες σπουδῇ πολλῇ ἐς αὐτὸν ἔπεμπον, βοηθεῖν κατὰ τάχος δεόμενοι οἵ τε ἄλλοι καὶ Κόνων ἐκ Νεαπόλεως ἰσχυρότατα πρὸς τῶν βαρβάρων πολιορκούμενος· ἤδη γὰρ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει.

罗马军各将领探知此事,急遣使者赶赴其处,众人以及惨遭蛮族猛烈围困的那不勒斯守将科农,皆乞求其火速驰援;盖此时彼等一切粮秣已然告罄。

§7.7.3

ὁ δὲ τὸν καιρὸν ἅπαντα ἐν ταύτῃ δὴ κατατρίψας τῇ ὀρρωδίᾳ, ἐπειδὴ τάς τε βασιλέως ἀπειλὰς ἔδεισε καὶ κακιζόμενος πρὸς τῶν ἄλλων ἀπεῖπεν, αὐτὸς μὲν οὐδέν τι ἧσσον αὐτοῦ ἔμεινε, τὸν δὲ στρατὸν ἅπαντα ξύν τε Ἡρωδιανῷ καὶ Δημητρίῳ καὶ Φάζᾳ ἐς Νεάπολιν ἔπεμψε, σφοδρότατα ἐγκειμένης ἤδη τῆς τοῦ χειμῶνος ὥρας.

然而马克西米努斯在此等恐惧中虚耗了全部良机,及至惧怕皇帝降罪之威胁,又因旁人斥其怯懦而屈服,其本人仍旧滞留该处,仅将全军在希罗狄安、德米特里乌斯与法扎斯统领下派往那不勒斯,时值寒冬时节已然极为猛烈地逼近。

§7.7.4

Ἐπεὶ δὲ Νεαπόλεως ὁ Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων.

当罗马舰队逼近那不勒斯时,狂风暴起,掀起罕见的狂暴风浪。

§7.7.5

καὶ ὁ μὲν ζόφος ἅπαντα ἐνεδίδου, ὁ δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἢ ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ ἡ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν οὗ δὴ ἐστρατοπεδεύοντο οἱ πολέμιοι.

昏黑的阴霾笼罩一切,巨浪令水手既无法荡桨,亦无法从事任何操作。受汹涌浪涛之喧嚣所阻,彼此间亦已无法听清呼喊;一片混乱截然主导了局面,风暴之威力操纵一切,违背彼等意愿,将船只冲刷至敌军安营扎寨之海滩。

§7.7.6

ἐπιβαίνοντες οὖν κατ’ ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ Δημήτριον τὸν στρατηγόν.

蛮族遂随意登上敌船,在无人抵抗之境况下肆意杀戮、凿沉舰船。除俘获众多兵士外,亦生擒了德米特里乌斯将军。

§7.7.7

Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε.

希罗狄安与法扎斯率少数人侥幸逃脱,因其舰船未曾过于贴近敌军营寨。罗马舰队之结局大抵如此。

§7.7.8

Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν Δημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν. ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ’ ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. Δημήτριος μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν.

托提拉用一根绳索套在德米特里乌斯颈上,将其拖至那不勒斯城垣之下,命其劝导被围者切勿再抱持徒劳之幻想而自取灭亡,当速速将城池献给哥特人,以摆脱巨大之灾厄;因皇帝今后绝无可能再向彼等派遣任何援兵,彼等全部之实力与希望皆已随此舰队化为乌有。德米特里乌斯遂依托提拉所命,如实宣讲。

§7.7.10

οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος Δημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε ἡ πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως.

被围者既已受饥荒及其他匮乏之极度折磨,一睹德米特里乌斯之惨状并尽悉其言,便抛弃了一切希望,陷入悲泣与绝望之中,全城充满骚动与号哭之声。

§7.7.11

Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε· “Οὐδεμίαν αἰτίαν ἢ μέμψιν ἐς ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν τήνδε κατέστημεν, ἀλλ’ ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλάξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιννύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε.1

随后,托提拉亦将彼等召至城堞前,言道:“那不勒斯的居民们,我等如今进行此番围困,对尔等绝无丝毫怨尤或责难,实欲将尔等从最可憎之统治者手中解救出来,以便能够报偿尔等之恩德——尔等在此次战争中为我等效劳,却因此遭受了来自敌人最严酷之对待。

§7.7.12

μόνους γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι καὶ ἀκουσίους μάλιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν.

盖在全体意大利人中,唯独尔等对哥特民族展现出最深之善意,尔等落入敌手亦完全非出于自愿。

§7.7.13

ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκασμένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκός, αἰσχυνόμεθα, καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσεδρείαν ποιούμενοι.

是故,即便今日我等被迫连同彼等一并围困尔等,理所当然亦对尔等之忠诚深感有愧,绝非欲对那不勒斯人施加祸害而设此围攻。

§7.7.14

μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δι’ ὀργῆς ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς αὐτοὺς διαπράσσεσθαι χάριν.

因此,切勿因承受围困之灾难,而认为理当对哥特人怀恨在心。盖竭力造福友人者,即使被迫不能依悦人之道行其报恩之举,亦绝不应招致友人任何指责。

§7.7.15

τῶν δὲ πολεμίων ὡς ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε· τὰ γὰρ τοῦ βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ χρόνῳ αὖθις καταρρεῖν εἴωθεν.

尔等切莫畏惧敌军,亦勿受往昔战果之驱使而以为彼等必能胜过我等;人世间之意外变故固然因某种机缘而出人意料地降临,然随岁月流转终必归于崩解。

§7.7.16

οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας· καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι οὐδὲν κωλύσει.”

我等对尔等如此怀抱善意,以致允许科农及其全体兵士在毫发无损之下随意前往彼等愿去之处,只要彼等将城池献于我等并撤离此地,且可携带彼等一切私产;亦绝无任何事会妨碍我等就此事及那不勒斯人之安全立下誓约。”

§7.7.17

Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ ἐπίεζε.

托提拉此番言毕,那不勒斯人与科农麾下全体兵士皆交口称善;盖饥馑之沉重逼迫正压得彼等喘不过气来。

§7.7.18

πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν.

然而彼等恪守对皇帝之忠诚,且仍期盼或许尚有援军赶到,遂商定于三十日后献城。

§7.7.19

Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ’ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι.2 πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι.

托提拉欲彻底断绝彼等对皇帝之一切幻想,遂定下三月之期,以此为条件,令彼等期满之后再履行所商定之事。彼坚称在此之前绝不对城垣发动强攻,亦不对彼等施加任何其他阴谋诡计。

§7.7.20

ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν3 (λίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίᾳ) ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

诸事遂依此议定。然而被围者未能挨至约定之期(盖彼等受生活必需品匮乏之逼迫过甚),不久之后便将托提拉与蛮族迎入城内。冬季遂告结束,普罗科匹乌斯所记录之此场战争的第八个年头亦告终结。

语法注3 条
  1. 7.7.11ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε

    关系代名词 ὧνπερ 受依附于 χάριτας(动词 ἐκτιννύναι 的宾格直接宾语)的省略属格指示代词(τούτων)影响而发生了格的吸引(attraction),由原本作为 δεδρακότες 的内宾语/双宾语宾格 ἅπερ 同化为属格 ὧνπερ。

  2. 7.7.19ἐφ’ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι

    短语 ἐφ' ᾧ(以……为条件)在此引出接有虚拟式 ποιήσωσι 的从句。在古典雅典语中,ἐφ' ᾧ 通常接不定词或将来时直陈式,但在晚期希腊语中接不定过去时虚拟式属于常见变体。

  3. 7.7.20τὴν κυρίαν

    此为省略了 ἡμέραν 的惯用表达(τὴν κυρίαν [ἡμέραν]),意指“约定之日”或“法定截止期”,此处指托提拉所准许的三个月宽限期满之日。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.7.1-7.7.20