- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.6.13-7.6.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德米特里乌斯将军试图率领一支伪装成大军的补给船队解救被围的那不勒斯,却因畏怯先驶往罗马港口募兵而坐失良机;他在同名的地方长官劝说下进军,却遭托提拉舰队伏击而大败,被俘的长官德米特里乌斯惨遭割舌断手之刑。
Μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων.
此后,皇帝又派遣了德米特里乌斯将军,此人先前曾随贝利撒留出征,统领一支步兵部队。
καταπλεύσας οὖν ὁ Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὤν, ἐπεί οἱ στράτευμα βραχύ τε καὶ οὐκ ἀξιόλογον εἵπετο, ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν ταῖς ναυσὶν εἶναι.
德米特里乌斯乘船抵达西西里后,闻听科农与那不勒斯人正遭受极严酷的围困,粮秣给养已完全断绝,便欲火速前往驰援;但因随行部队人数寥寥、不足为道而力不从心,于是他筹划了如下计策:他从全西西里搜集了尽可能多的船只,装满粮食与其他生活必需品后扬帆起航,给敌方制造出船上载有庞大军队的假象。
καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ Σικελίας ἐπύθοντο.
他这一举措确实料中了敌人的心思;因为他们据闻西西里有一支规模巨大的舰队起航,便推断有一支大军正朝他们压来。
καὶ εἰ μὲν κατ’ ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι Δημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι,1 οὐδενός οἱ ἀντιστατοῦντος.
如果德米特里乌斯起初便决意直扑那不勒斯,我认为他本可震慑敌军,在无人阻挠的情况下解救该城。
νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγείρειν ἐν σπουδῇ ἐποιεῖτο.
然而,他此时因畏惧凶险,决不肯降帆停靠那不勒斯,反而驶入了罗马的港口,急于从当地征集士兵。
οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ’ αὐτῶν ἔχοντες, ἕπεσθαι Δημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο.
但那里的士兵既已惨败于蛮族之手,对蛮族仍怀有极大的恐惧,绝不肯追随德米特里乌斯去讨伐托提拉与哥特人。因此,他被迫仅率领从拜占庭随他同来的部众前往那不勒斯。
Ἦν δέ τις Δημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ’ αὐτοῦ ἐπίτροπον βασιλεὺς αὐτὸν Νεαπόλεως κατεστήσατο.
另有一位同名的德米特里乌斯,系凯法利尼亚人,早先曾充当水手,对海上的劳作与艰险极具经验;他曾随贝利撒留远航利比亚与意大利,因这份干练而深受赏识,皇帝遂以此任命他为那不勒斯的长官。
ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρόγλωσσος ἐν τούτῳ τῷ πόνῳ ὁ ἀνὴρ ὤφθη.
当蛮族开始围攻该地时,此人极其傲慢,屡屡肆意辱骂托提拉,在围困的艰厄之中显露出一副极度口无遮拦的丑态。
Προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς2 ἐτόλμησε παρὰ τὸν στρατηγὸν Δημήτριον ἰέναι μόνος.
随着危难加剧并濒临覆亡,他背着科农悄悄登上一艘轻舟,冒险单身前往德米特里乌斯将军处。
ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ Δημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε.
他奇迹般地幸免于难并与德米特里乌斯会合后,极大鼓舞了将军的斗志,促使他毅然展开了这次救援行动。
Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέπληξέ τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε.
然而,托提拉早已探知关于这支舰队的一切虚实,预备好了大批航速极快的轻型战船;当敌船靠向距那不勒斯不远的海滩时,托提拉出其不意地发起突袭,使他们陷入恐慌,并将他们全数击溃。
καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ’ ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ Δημήτριος ὁ στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν,3 οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ Δημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μέν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην Δημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν.
他斩杀了许多人,生擒了绝大部分,仅有起初得以及时跳上各舰救生划艇的人侥幸逃脱,德米特里乌斯将军亦在其中。因为蛮族将整批船只连船带货、连同人员全数俘获。 蛮族正是在这些船上搜出了那不勒斯长官德米特里乌斯。他们割下了他的舌头与双手,虽未取其性命,却将他残害至此后任其随意离去。德米特里乌斯便因其口无遮拦之舌,向托提拉付出了如此代价。
- 7.6.17οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι
助词 ἄν 与依附于动词 οἶμαι(第一人称单数)的宾格不定式(ἐκπλῆξαι 与 διασώσασθαι)连用,构成了间接引语中对应于过去与事实相反条件句主句(与条件从句 εἰ ... ἤθελεν 相应)的虚拟结构,相当于直接引语中的不定过去时直陈式加 ἄν。
- 7.6.22Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς
副词 λάθρα 具有支配属格的不真正介词功能,Κόνωνος 即为其所支配的属格,意为“瞒着科农/背着科农”;该词通过倒装(hyperbaton)置于介词短语之前。
- 7.6.25σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν
介词 σύν 连同代词 αὐτός 的与格结构(σὺν αὐτοῖς...)是希腊语表示“连同……一起/全盘……”的习用表达(强调整体性的附带情况与格),意即连船带货、连同人员全数被缴获。
