← 普罗科皮乌斯

战史

§7.6.1-7.6.12

托提拉围攻那不勒斯与援军的拖延

托提拉进军南意大利,巩固统治并围攻那不勒斯,而罗马诸将则各自困守要塞。查士丁尼皇帝任命马克西米努斯为近卫道长官并派舰队驰援,但马克西米努斯却在厄庇鲁斯犹豫迁延。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.6.1

Ἔπειτα δὲ ὁ Τουτίλας Καισῆνάν τε καὶ Πέτραν τὰ φρούρια εἷλεν. ὀλίγον τε ὕστερον ἐς Τουσκίαν ἀφίκετο, καὶ τῶν ἐνταῦθα χωρίων ἀποπειρασάμενος, ἐπεί οἱ προσχωρεῖν οὐδεὶς ἤθελε, Τίβεριν ποταμὸν διαβάς, ἐς μὲν τὰ Ῥώμης ὅρια οὐδαμῆ ἦλθεν, ἐς Καμπανοὺς δὲ καὶ Σαμνίτας αὐτίκα ἥκων Βενεβεντὸν πόλιν ἐχυρὰν παρεστήσατο οὐδενὶ πόνῳ, καὶ αὐτῆς τὰ τείχη ἐς ἔδαφος καθεῖλεν, ὅπως μὴ στράτευμα ἐκ Βυζαντίου ἧκον ἔκ τε ὀχυροῦ ὁρμώμενον πράγματα Γότθοις παρέχειν δύνηται.

此后,托提拉攻取了凯塞纳和佩特拉两处要塞。不久后他抵达图斯基亚,并对那里的城镇加以试探,因无人愿意归顺于他,他便渡过第伯河,绝不进入罗马境域,而是立刻径往坎帕尼亚人与萨姆尼特人的土地,毫不费力地平定了坚固的贝内文图姆城,并将其城墙彻底夷平,以免从拜占庭前来的军队以此要塞为依托而能给哥特人制造麻烦。

§7.6.2

μετὰ δὲ Νεαπολίτας πολιορκεῖν ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους ἔχων.

随后他决意围攻那不勒斯人,因为尽管托提拉许下诸多诱人的诺言,他们却极不愿意放他入城。原来是科农率领一千名罗马与伊索里亚军士在此守御。

§7.6.3

καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε.

托提拉本人率大半军队在距城墙不远处扎营按兵不动,却派遣了一支部队,攻克了库迈要塞及其他若干据点,并得以从中聚敛了大批财富。

§7.6.4

καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ’ αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους ἅπαντας ἔσχε. Καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα λόγου πολλοῦ ἄξια ἔπρασσε.

而且他在那里寻获元老院诸公的妻室,不仅未加凌辱,反以极大的恩礼放她们自由离去;因此他在所有罗马人中赢得了审慎与仁厚的美誉。又因无任何敌军前来阻拦,他便不断派出少量军队四处出击,建立了诸多值得大书特书的功勋。

§7.6.5

Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων1 ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας γεγονὼς κύριος.

他降服了布鲁提亚人与卢卡尼亚人,将阿普利亚与卡拉布里亚据为己有,亲自征收国税,取代土地所有者收取产业收益,且整饬各项事务,宛如已成全意大利之主宰。

§7.6.6

διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συντάξεις χρήματα μεγάλα βασιλεὺς ὤφειλε.

因此,由于罗马军队在当领之期未能领得惯常的军饷,皇帝积欠了巨额钱款。

§7.6.7

καὶ ἀπ’ αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον.

由此,意大利本土居民既丧失了原有的财产,又再次陷入巨大的险境,因而深陷极大的悲恸之中;而士兵们则对将领愈发桀骜不驯,甘愿龟缩于各城镇之中。

§7.6.8

Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντίαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ’ ἀρχὰς ἔτυχε.

于是,君士坦提亚努斯据守拉文纳,约翰据守罗马,贝萨斯据守斯波莱蒂乌姆,优斯提努斯据守弗洛伦提亚,塞浦里安据守佩鲁西亚,其余诸人则各自退据其起初溃逃保全性命时偶然抵达之处。

§7.6.9

Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον2 Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ’ ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται.3

皇帝获悉此事且视之为重大祸患,遂火速任命马克西米努斯为意大利近卫道长官,以便使其战时节制诸将,并依需向士卒筹集供应粮草物资。

§7.6.10

καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανός, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς· ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι.

皇帝还派遣了一支舰队随他同行,舰上载满了色雷斯与亚美尼亚士兵。色雷斯人由赫罗狄安统领,亚美尼亚人由佩拉纽斯的侄子、伊比利亚人法扎斯统领;少许匈人亦与他们同船航行。

§7.6.11

Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν· ἔνθα δὴ τὸν καιρὸν κατατρίβων ἐκάθητο οὐδενὶ λόγῳ.

马克西米努斯率领全支舰队自拜占庭起航,抵达希腊的厄庇鲁斯;然而他却在那里无端消磨时光,坐视不前。

§7.6.12

ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ’ αὐτοῦ δειλός τε καὶ μελλητὴς ἐς τὰ μάλιστα.

因为他全无战阵经验,故而极其胆怯且极度迁延不决。

语法注3 条
  1. 7.6.5ἀντὶ τῶν τὰ χωρία κεκτημένων

    介词 ἀντί(“代替”)支配带冠词的完成时分词 τῶν κεκτημένων(“所有者们”),该分词本身又带宾语 τὰ χωρία(“庄园、地产”)。此结构表明托提拉取代了实际地主,由自己直接征收地产的收益(προσόδους)。

  2. 7.6.9τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον

    对应拉丁语官衔 praefectus praetorio Italiae(意大利近卫长官/近卫道长官)的希腊语译借表达。属格 τῶν πραιτωρίων 对应拉丁语技术术语 praetorio,整体构成表示后罗马帝国时期行省民政与后勤最高长官的名词短语。

  3. 7.6.9ἐφ’ ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται

    由 ἐφ’ ᾧ(意为“条件是/为了使……”)引导的从句,管辖并列的希求语气动词 εἴη 与虚拟语气动词 πορίζηται。该从句受过去时主句动词 κατεστήσατο 支配;两动词语气的差异属文体变化,在句法功能上同等地表示任命的目的或附加条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.6.1-7.6.12