← 普罗科皮乌斯

战史

§7.5.1-7.5.19

围攻弗洛伦提亚与穆凯利斯之溃

托提拉围攻弗洛伦提亚,在罗马援军逼近时撤向穆凯利斯;约翰率先锋与敌交战,但因其阵亡的不实谣言导致罗马大军全线溃散并各自退守,战役以第七年的结束告终。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.1

Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος ἐς πολιορκίαν καθίσταντο.

不久之后,托提拉派遣一支军队进攻优斯提努斯与弗洛伦提亚,并委任哥特人中最骁勇的将领布莱达斯、罗德里克与乌利亚里斯统率此军。这些人抵达弗洛伦提亚后,便驻扎在城墙周围,展开了围攻。

§7.5.2

Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε ὁ σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε.

优斯提努斯陷入惊慌,因为他恰好未曾运入任何粮食补给,遂遣使前往拉文纳,向罗马军队的统领们求援,恳求他们火速驰援。那名被派出的使者在夜间避开敌军耳目抵达拉文纳,通报了他们目前的处境。

§7.5.4

διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξιον εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο, λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας διέχον ἡμέρας ὁδόν.

因此,一支相当规模的罗马大军随即开赴弗洛伦提亚,由贝萨斯、塞浦里安以及维塔利安的侄子约翰统领。哥特人从斥候处得知此事后,便解除了围攻,撤退到一个名叫穆凯利斯的地方,该地距弗洛伦提亚有一天的路程。

§7.5.6

ἐπεὶ δὲ ὁ Ῥωμαίων στρατὸς Ἰουστίνῳ ξυνέμιξεν, ὀλίγους μέν τινας τῶν αὐτῷ ἑπομένων ἐπὶ φυλακῇ τῆς πόλεως αὐτοῦ εἴασαν, αὐτοὶ δὲ τοὺς ἄλλους ἐπαγόμενοι ἐπὶ τοὺς πολεμίους ἐχώρουν.

当罗马军队与优斯提努斯会合后,他们留下其部下的少数人在原地守卫该城,自己则带上其余的人向敌军推进。

§7.5.7

Καὶ αὐτοῖς ὁδῷ πορευομένοις ξυμφορώτατον ἔδοξεν εἶναι τῶν ἀρχόντων ἕνα παντὸς τοῦ στρατοῦ τοὺς λογιμωτάτους ἀπολεξάμενον πρόσω ἰέναι καὶ αὐτὸν μὲν ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις ἀπροσδόκητον ἐς χεῖρας ἐλθεῖν, τὸ δὲ ἄλλο στράτευμα σχολῇ βαδίζον ἐνταῦθα ἰέναι. κλήρους τε ἐπὶ τούτοις ἐμβεβλημένοι τὴν τῆς τύχης ἐκαραδόκουν ἐς τοῦτο γνώμην.

在行军途中,他们认为最有利的策略是由统领中的一人从全军中挑选出最精锐的士卒先行推进,由其本人通过突袭出其不意地与敌军交战,而其余大军则缓缓行进以向该处汇合。他们为此抽签,静观命运在此事上的决断。

§7.5.8

ὁ μὲν οὖν κλῆρος ἐκπεπήδηκεν ἐς Ἰωάννην, οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα.1

签抽中了约翰,但其余统领却已不愿履行所约定的事项。

§7.5.9

διὸ δὴ ξὺν τοῖς ἑπομένοις Ἰωάννης ἠνάγκαστο ἐπίπροσθεν ἰὼν ἐπὶ τοὺς πολεμίους χωρεῖν. οἱ δὲ βάρβαροι τὴν τῶν ἐναντίων ἔφοδον γνόντες τὸ μὲν πεδίον, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐτύγχανον, δέει πολλῷ ἀπολιπεῖν ἔγνωσαν, ἐς λόφον δὲ μέγαν τινὰ ὃς ταύτῃ ἀνέχει ξὺν θορύβῳ ἀνέδραμον.

因此约翰被迫率领本部人马先行推进,迎战敌军。蛮族得知敌军来袭,在极度恐惧中决定放弃原本扎营的平原,慌乱地奔上一座耸立在该处的高大丘陵。

§7.5.10

ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐνταῦθα ἐγένοντο, ἀναδραμόντες καὶ αὐτοὶ ἐπὶ τοὺς πολεμίους ἔργου εἴχοντο.

当约翰一行抵达该处时,他们亦疾驰而上,与敌军交战。

§7.5.11

καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ὠθισμός τε πολὺς γέγονε καὶ πολλοὶ ἑκατέρωθεν ἔργα ἐνδεικνύμενοι θαυμαστὰ ἔπιπτον.

由于蛮族顽强抵抗,双方发生了激烈的推搡格斗,两军皆有许多人展现出惊人的勇武而阵亡。

§7.5.12

Ἰωάννου δὲ κραυγῇ τε καὶ ταραχῇ πολλῇ ἐπὶ τοὺς κατ’ αὐτὸν πολεμίους ὁρμήσαντος ξυνέβη τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα πρός του τῶν πολεμίων ἀκοντίῳ βληθέντα πεσεῖν· ἀπ’ αὐτοῦ τε Ῥωμαῖοι ἀποκρουσθέντες ὀπίσω ἐχώρουν.

正当约翰伴随着呐喊与巨大的喧嚣向当面的敌军冲锋时,恰逢其卫士中的一人被敌方的标枪击中倒地;罗马人因此受挫,向后撤退。

§7.5.13

Ἤδη δὲ καὶ ὁ λοιπὸς τῶν Ῥωμαίων στρατὸς ἐς τὸ πεδίον ἀφικόμενοι φάλαγγά τε ποιησάμενοι ἵσταντο. καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν.2

此时罗马其余军队亦已抵达平原,列成方阵伫立。倘若他们接纳了溃退的约翰一部,并与他们合兵一处向敌军冲锋,便可在交锋中取胜,且几乎足以将敌军悉数歼灭或俘获。

§7.5.14

ἀλλὰ τύχῃ τινὶ ξυνέβη ἐς τὸ Ῥωμαίων στρατόπεδον φήμην οὐκ ἀληθῆ περιφέρεσθαι, ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη.3

然而在某种机缘之下,罗马军营中流传起一条不实的谣言,称约翰在此次交战中竟死于他自己的一名卫士之手。

§7.5.15

ἐπεί τε ὁ λόγος ἐς τοὺς ἄρχοντας ἦλθε, μένειν ἐνταῦθα οὐκέτι ἠξίουν, ἀλλ’ ἐς ὑπαγωγὴν αἰσχράν τινα ξύμπαντες ᾔεσαν.

当此消息传至诸位统领处时,他们便认为不再适宜留驻原地,遂全体陷入可耻的溃退。

§7.5.16

οὐδὲ γὰρ ξυντεταγμένοι οὐδὲ κατὰ ξυμμορίας τινάς, ἀλλ’ αὐτὸς ἕκαστος ὥς πη ἐδύνατο ἐς φυγὴν ὥρμητο. καὶ πολλοὶ μὲν ἐν τῇ φυγῇ ταύτῃ ἀπώλοντο, ὅσοι μέντοι διεσώθησαν ἡμέρας πολλὰς οὐδαμῆ διωκόμενοι ἔφευγον.

因为他们既无队列,亦无任何建制,人人皆各自按其能耐仓皇逃窜。许多人在这次逃亡中丧生,而幸免于难者即便全无追兵,亦一连奔逃了数日。

§7.5.17

χρόνῳ τε ὕστερον ὡς ἑκάστῳ ἔτυχεν ἐς ὀχυρώματά τινα ἐσελθόντες ἄλλο οὐδὲν ἀπήγγελλον τοῖς ἐντυγχάνουσιν ἢ ὅτι τεθνεὼς Ἰωάννης εἴη.

后来他们依各自碰巧的情况进入若干要塞,向遇见之人除了通报约翰已死之外别无所言。

§7.5.18

καὶ ἀπ’ αὐτοῦ οὔτε ξυνεμίγνυντο ἔτι ἀλλήλοις οὔτε ξυνίστασθαι τὸ λοιπὸν ἐπὶ τοὺς πολεμίους διενοοῦντο, ἀλλ’ ἕκαστος τοῦ κατ’ αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δεδιὼς μὴ οἱ βάρβαροι ἐπ’ αὐτὸν ἴωσι.

因此,他们既不再彼此会合,亦不再打算今后联合抗击敌军,而是各自退守在自己的城墙之内筹备抵御围攻,惟恐蛮族前来进犯。

§7.5.19

Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ ὁ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

托提拉对俘虏展现出极大的善意,从而成功将他们招揽归附,此后多数人皆心甘情愿地随他征讨罗马人。冬季遂告结束,普罗科匹乌斯所记载的这场战争的第七个年头亦告终结。

语法注3 条
  1. 7.5.8οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα

    由系动词 ἦν 搭配与格分词 βουλομένοις 及与格名词 τοῖς ἄρχουσιν 构成的习惯用法(即 βουλομένῳ ἐστί τινι,“某人乐意/愿意……”)的过去否定形式。此处意指“诸位统领已不再愿意履行所约定的事项”。

  2. 7.5.13καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν

    表示与过去事实相反的虚拟条件句。条件从句(protasis)由 εἰ 接不定过去时直陈式 ἐδέξαντο 构成,主句(apodosis)则由小品词 ἄν 搭配不定过去时直陈式 ἐνίκησαν 与 ἴσχυσαν 构成。分词 χωρήσαντες 表示方式或手段,并受 ἄν 的潜在虚拟语气辖制,意为“倘若他们接纳了溃兵并与之一同前进,他们本会取胜……”。

  3. 7.5.14ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη

    间接引语中的斜向希求法(oblique optative)。因主句记述过去发生之事(περιφέρεσθαι 传达过去事实),宾语从句中的动词由直陈式转为被动不定过去时希求法 ἀφανισθείη。连词组合 ὡς δή 引出传闻或缺乏根据的说法,带有“据说/传闻称”之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.5.1-7.5.19